previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[209]

Ἀμάνην δὲ Ἀμαδάθου μὲν υἱὸν τὸ γένος δὲ Ἀμαληκίτην εἰσιόντα πρὸς τὸν βασιλέα προσεκύνουν οἵ τε ξένοι καὶ Πέρσαι ταύτην αὐτῷ τὴν τιμὴν παρ᾽ αὐτῶν Ἀρταξέρξου κελεύοντος γενέσθαι. [210] Μαρδοχαίου δὲ διὰ σοφίαν καὶ τὸν οἴκοθεν αὐτοῦ νόμον οὐ προσκυνοῦντος ἄνθρωπον, παραφυλάξας Ἀμάνης ἐπυνθάνετο, πόθεν εἴη. μαθὼν δ᾽ αὐτὸν ὄντα Ἰουδαῖον ἠγανάκτησεν καὶ πρὸς ἑαυτὸν εἶπεν, ὡς οἱ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, οὗτος δὲ δοῦλος ὢν οὐκ ἀξιοῖ τοῦτο ποιεῖν. [211] καὶ τιμωρήσασθαι θελήσας τὸν Μαρδοχαῖον αὐτὸν μὲν αἰτήσασθαι πρὸς κόλασιν παρὰ τοῦ βασιλέως μικρὸν ἡγήσατο, τὸ ἔθνος δὲ αὐτοῦ διέγνω πᾶν ἀφανίσαι: καὶ γὰρ φύσει τοῖς Ἰουδαίοις ἀπηχθάνετο, ὅτι καὶ τὸ γένος τῶν Ἀμαληκιτῶν, ἐξ ὧν ἦν αὐτός, ὑπ᾽ αὐτῶν διέφθαρτο. [212] προσελθὼν οὖν τῷ βασιλεῖ κατηγόρει λέγων ἔθνος εἶναι πονηρόν, διεσπάρθαι δὲ τοῦτο κατὰ τῆς ὑπ᾽ αὐτοῦ βασιλευομένης οἰκουμένης, ἄμικτον ἀσύμφυλον οὔτε θρησκείαν τὴν αὐτὴν τοῖς ἄλλοις ἔχον οὔτε νόμοις χρώμενον ὁμοίοις, ἐχθρὸν δὲ καὶ τοῖς ἔθεσι καὶ τοῖς ἐπιτηδεύμασιν τῷ σῷ λαῷ καὶ ἅπασιν ἀνθρώποις. [213] τοῦτο τὸ ἔθνος, εἴ τινα θέλεις τοῖς ὑπηκόοις εὐεργεσίαν καταθέσθαι, κελεύσεις πρόρριζον ἀπολέσθαι μηδέ τι αὐτοῦ λείψανον καταλιπεῖν μήτ᾽ εἰς δουλείαν τινῶν φυλαχθέντων μήτε αἰχμαλωσίᾳ. [214] ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρ᾽ αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵν᾽ ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν βασιλεία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: