previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58]

Τοιαῦτα μὲν τοῦ Νικολάου διελθόντος ἐγένετο οὐδεμία τῶν Ἑλλήνων ἀντικατάστασις: οὐδὲ γὰρ ὡς ἐν δικαστηρίῳ περὶ τῶν προκειμένων διελάμβανον, ἀλλ᾽ ἦν ἔντευξις ὧν ἐβιάζοντο. [59] κἀκείνων ἀπολογία μὲν οὐδεμία τοῦ μὴ ταῦτα ποιεῖν, πρόφασις δέ, ὡς τὴν χώραν αὐτῶν νεμόμενοι πάντα νῦν ἀδικοῖεν. οἱ δὲ ἐγγενεῖς τε αὑτοὺς ἐδείκνυσαν κἀν τῷ τὰ οἰκεῖα τιμᾶν μηδὲν λυποῦντες οἰκεῖν. [60] συνιδὼν οὖν Ἀγρίππας βιαζομένους ἀπεκρίνατο ταῦτα: διὰ μὲν τὴν Ἡρώδου πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν ἕτοιμος εἶναι πᾶν ὁτιοῦν χαρίζεσθαι Ἰουδαίοις, δὲ ἀξιοῦσιν καὶ καθ᾽ αὑτὰ δίκαια δοκεῖν: ὥστ᾽, εἰ μὲν ἐδέοντο καὶ πλειόνων, οὐκ ἂν ὀκνῆσαι τά γε μὴ λυποῦντα τὴν Ῥωμαίων ἀρχὴν παρασχεῖν. ἐπεὶ δὲ καὶ πρότερον εἰλήφασιν ἄκυρα μὴ γενέσθαι, βεβαιοῦν αὐτοῖς ἀνεπηρεάστοις ἐν τοῖς οἰκείοις διατελεῖν ἔθεσιν. [61] τοιαῦτα εἰπὼν διέλυε τὸν σύλλογον. Ἡρώδης δὲ προσεστὼς κατησπάζετο καὶ τῆς εἰς αὐτὸν διαθέσεως ὡμολόγει χάριν. δὲ καὶ εἰς ταῦτα φιλοφρονούμενος ἴσον αὑτὸν παρεῖχεν ἀντεμπλεκόμενος καὶ κατασπαζόμενος. [62] καὶ τότε μὲν ἀνεχώρησεν: ἀπὸ δὲ Σάμου πλεῖν βασιλεὺς ἐπ᾽ οἴκου διέγνω καὶ τὸν Ἀγρίππαν παραιτησάμενος ἀνήχθη, κατάγεται δ᾽ εἰς Καισάρειαν οὐ πολλαῖς ὕστερον ἡμέραις πνευμάτων ἐπιτηδείων τυχών. κἀκεῖθεν ἐλθὼν εἰς Ἱεροσόλυμα συνήγαγεν ἐκκλησίαν πάνδημον: ἦν δὲ πολὺς κἀκ τῆς χώρας ὄχλος. [63] δὲ παρελθὼν ἀπολογισμόν τε τῆς ὅλης ἐκδημίας ἐποιήσατο καὶ τὰ περὶ τοὺς Ἰουδαίους, ὅσοι κατὰ τὴν Ἀσίαν ἦσαν, ὡς δι᾽ αὐτὸν ἀνεπηρεάστως εἰς τὸ λοιπὸν ἕξουσιν διηγήσατο. [64] τό τε σύμπαν ἐπὶ ταῖς εὐτυχίαις καὶ τῇ διοικήσει τῆς ἀρχῆς ὡς οὐδενὸς παραλείποιτο τῶν ἐκείνοις συμφερόντων, ἀγαλλόμενος τὸ τέταρτον τῶν φόρων ἀφίησιν αὐτοῖς τοῦ παρεληλυθότος ἔτους. [65] οἱ δὲ καὶ τῷ λόγῳ καὶ τῇ χάριτι δεδημαγωγημένοι μετὰ πλείστης χαρᾶς ἀπῄεσαν πολλὰ ἀγαθὰ συνευχόμενοι τῷ βασιλεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: