previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[188]

Ὡς δὲ τὸ προειρημένον πέρας εἶχε, τῶν ἀναθημάτων μήπω καθιερωμένων ἐπιστὰς θεὸς Μωυσεῖ τὴν ἱερωσύνην Ἀαρῶνι τἀδελφῷ προσέταξε δοῦναι ὡς ἁπάντων δι᾽ ἀρετὴν τῆς τιμῆς δικαιοτέρῳ τυχεῖν. καὶ συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τήν τε ἀρετὴν αὐτοῦ καὶ τὴν εὔνοιαν διεξῄει καὶ τοὺς κινδύνους οὓς ὑπομείνειεν ὑπὲρ αὐτῶν. [189] μαρτυρούντων δ᾽ ἐφ᾽ ἅπασιν αὐτῷ καὶ τὸ περὶ αὐτὸν πρόθυμον ἐνδεικνυμένων, ‘ἄνδρες, εἶπεν, Ἰσραηλῖται, τὸ μὲν ἔργον ἤδη τέλος ἔχει οἷον αὐτῷ τε τῷ θεῷ ἥδιστον ἦν καὶ δυνατὸν ἡμῖν, ἐπεὶ δὲ δεῖ τοῦτον τῇ σκηνῇ καταδέχεσθαι, δεῖ πρῶτον ἡμῖν τοῦ ἱερατευσομένου καὶ ὑπηρετήσοντος ταῖς θυσίαις καὶ ταῖς ὑπὲρ ἡμῶν εὐχαῖς. [190] καὶ ἔγωγε ταύτης ἐμοὶ τῆς σκέψεως ἐπιτραπείσης ἐμαυτὸν ἂν τῆς τιμῆς ἄξιον ἔκρινα διά τε τὸ φύσει πάντας εἶναι φιλαύτους, καὶ ὅτι πολλὰ ἐμαυτῷ καμόντι περὶ σωτηρίας τῆς ὑμετέρας σύνοιδα: νῦν δ᾽ αὐτὸς θεὸς Ἀαρῶνα τῆς τιμῆς ἄξιον ἔκρινε καὶ τοῦτον ᾕρηται ἱερέα, τὸν δικαιότερον ἡμῶν μᾶλλον εἰδώς, [191] ὡς οὗτος ἐνδύσεται στολὴν τῷ θεῷ καθωσιωμένην καὶ βωμῶν ἐπιμέλειαν ἕξει καὶ πρόνοιαν ἱερείων καὶ τὰς ὑπὲρ ἡμῶν εὐχὰς ποιήσεται πρὸς τὸν θεὸν ἡδέως ἀκουσόμενον, ὅτι τε κήδεται γένους τοῦ ἡμετέρου καὶ παρ᾽ ἀνδρὸς ὃν αὐτὸς ἐπελέξατο γινομένας προσδέχεται ταύτας.’ [192] Ἑβραῖοι δὲ ἠρέσκοντο τοῖς λεγομένοις καὶ συνῄνουν τῇ τοῦ θεοῦ χειροτονίᾳ: ἦν γὰρ Ἀαρὼν διά τε τὸ γένος καὶ τὴν προφητείαν καὶ τὴν ἀρετὴν τἀδελφοῦ πρὸς τιμὴν ἁπάντων ἀξιολογώτερος. ἦσαν δ᾽ αὐτῷ καὶ παῖδες κατ᾽ ἐκεῖνον τὸν χρόνον τέσσαρες Νάβαδος Ἀβιοῦς Ἐλεάζαρος Ἰθάμαρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: