previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[314]

Ἀριστόβουλον δὲ τῆς ἀδελφοκτονίας εὐθὺς εἰσῆλθεν μετάνοια καὶ νόσος ἐπ᾽ αὐτῇ τῆς διανοίας ὑπὸ τοῦ μύσους κεκακωμένης, ὡς διαφθαρέντων αὐτῷ ὑπὸ ἀκράτου τῆς ὀδύνης τῶν ἐντὸς αἷμα ἀναφέρειν. τῶν διακονουμένων τις παίδων κατὰ δαιμόνιον οἶμαι πρόνοιαν εἰς τὸν αὐτὸν τόπον, οὗ σφαγέντος Ἀντιγόνου σπίλους ἔτι τοῦ αἵματος ἐκείνου συνέβαινεν εἶναι, κομίζων ὀλισθὼν ἐξέχεεν. [315] γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων ὡς τοῦ παιδὸς ἐξεπίτηδες ἐκχέαντος ἐκεῖ τὸ αἷμα, ἀκούσας Ἀριστόβουλος τὴν αἰτίαν ἐπύθετο, καὶ μὴ λεγόντων ἔτι μᾶλλον ἐπετείνετο μαθεῖν, φύσει τῶν ἀνθρώπων ὑπονοούντων ἐν τοῖς τοιούτοις εἶναι χείρονα τὰ σιγώμενα. [316] ὡς δ᾽ ἀπειλοῦντος καὶ βιαζομένου τοῖς φόβοις τἀληθὲς εἶπον, προχεῖται μὲν αὐτῷ πληγέντι τὴν διάνοιαν ὑπὸ τοῦ συνειδότος πολλὰ δάκρυα, βύθιον δὲ ἀνοιμώξας, ‘οὐκ ἄρ᾽, εἶπεν, λήσειν ἐπ᾽ ἀσεβέσιν οὕτω καὶ μιαροῖς τολμήμασι τὸν θεὸν ἔμελλον, ἀλλά με ταχεῖα ποινὴ συγγενοῦς φόνου μετελήλυθεν. [317] καὶ μέχρι τίνος, σῶμα ἀναιδέστατον, ψυχὴν ὀφειλομένην ἀδελφοῦ καὶ μητρὸς καθέξεις δαίμοσιν; τί δ᾽ οὐκ ἀθρόαν αὐτὴν ταύτην ἀποδίδως, κατὰ μέρος δ᾽ ἐπισπένδω τοὐμὸν αἷμα τοῖς μιαιφονηθεῖσιν;’ [318] ταῦτ᾽ εἰπὼν ἐπαποθνήσκει τοῖς λόγοις βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δ᾽ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν. [319] φύσει δ᾽ ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως: ‘ἐπιεικής τε ἐγένετο οὗτος ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος: χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: