previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[135]

Ἡιρέθη δ᾽ πόλις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας τοῦ τετάρτου μηνὸς τῇ ἐνάτῃ ἡμέρᾳ. εἷλον δ᾽ οὖν οἱ ἡγεμόνες τῶν Βαβυλωνίων, οἷς ἐπίστευσε τὴν πολιορκίαν Ναβουχοδονόσορος: αὐτὸς γὰρ ἐν Ἀραβαθᾶ διέτριβε πόλει. τὰ δὲ τῶν ἡγεμόνων ὀνόματα, εἴ τις ἐπιζητήσειε γνῶναι, οἵτινες τὰ Ἱεροσόλυμα πορθήσαντες ὑπέταξαν, ἦν Ῥεγάλσαρος, Ἀρέμαντος, Σεμέγαρος, Ναβώσαρις, Ἀχαράμψαρις. [136] ἁλούσης δὲ τῆς πόλεως περὶ μέσην νύκτα καὶ τῶν ἡγεμόνων τῶν πολεμίων εἰσελθόντων εἰς τὸ ἱερὸν γνοὺς Σαχχίας βασιλεύς, παραλαβὼν τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τοὺς ἡγεμόνας καὶ τοὺς φίλους φεύγει μετ᾽ αὐτῶν ἐκ τῆς πόλεως διὰ τῆς καρτερᾶς φάραγγος καὶ διὰ τῆς ἐρήμου. [137] φρασάντων δὲ τοῦτό τινων αὐτομόλων τοῖς Βαβυλωνίοις ὑπὸ τὸν ὄρθρον ὥρμησαν διώκειν αὐτόν, καταλαβόντες δὲ οὐκ ἄπωθεν Ἱεριχοῦντος ἐκυκλώσαντο αὐτόν: οἱ δὲ φίλοι καὶ οἱ ἡγεμόνες οἱ συμφυγόντες τῷ Σαχχίᾳ ἐπεὶ τοὺς πολεμίους ἐγγὺς ὄντας εἶδον, καταλιπόντες αὐτὸν διεσπάρησαν ἄλλος ἀλλαχοῦ καὶ σώζειν ἑαυτὸν ἕκαστος ἔγνω. [138] περιλειφθέντα τε αὐτὸν σὺν ὀλίγοις ζωγρήσαντες οἱ πολέμιοι μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν ἤγαγον πρὸς τὸν βασιλέα. παραγενόμενον δ᾽ αὐτὸν Ναβουχοδονόσαρος ἀσεβῆ καὶ παράσπονδον ἀποκαλεῖν ἤρξατο καὶ ἀμνήμονα τῶν πρόσω λόγων, οὓς ἐποιήσατο σώζειν αὐτῷ τὴν χώραν ὑποσχόμενος. [139] ὠνείδιζε δὲ καὶ ἀχαριστίαν παρ᾽ αὐτοῦ μὲν λαβόντι τὴν βασιλείαν, Ἰωακείμου γὰρ αὐτὴν οὖσαν ἀφελόμενον ἐκείνῳ δοῦναι, χρησαμένῳ δὲ τῇ δυνάμει κατὰ τοῦ παρασχόντος: ‘ἀλλὰ μέγας, εἶπεν, θεός, ὃς μισήσας σου τὸν τρόπον ὑποχείριον ἡμῖν ἔθηκε.’ [140] χρησάμενος δὲ τούτοις πρὸς Σαχχίαν τοῖς λόγοις τοὺς υἱοὺς ἐκέλευσεν ἀνελεῖν καὶ τοὺς φίλους παραχρῆμα αὐτοῦ τε Σαχχίου καὶ τῶν ἄλλων αἰχμαλώτων βλεπόντων, ἔπειτα τοὺς ὀφθαλμοὺς ἐκκόψας τοῦ Σαχχίου δήσας ἤγαγεν εἰς Βαβυλῶνα. [141] καὶ ταῦτ᾽ αὐτῷ συνέβη, Ἱερεμίας τε καὶ Ἰεζεκίηλος προεφήτευσαν αὐτῷ, ὅτι συλληφθεὶς ἀχθήσεται πρὸς τὸν Βαβυλώνιον καὶ λαλήσει αὐτῷ κατὰ στόμα καὶ ὄψεται τοῖς ὀφθαλμοῖς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ταῦτα μὲν Ἱερεμίας εἶπε, τυφλωθεὶς δὲ καὶ ἀχθεὶς εἰς Βαβυλῶνα ταύτην οὐκ εἶδε καθὼς Ἰεζεκίηλος προεῖπε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: