previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[314]

Προϊόντος δὲ τοῦ χρόνου ηὔξετο κόμη τῷ Σαμψῶνι, καὶ ἑορτῆς οὔσης τοῖς Παλαιστίνοις δημοτελοῦς καὶ τῶν ἀρχόντων καὶ γνωριμωτάτων ἐν ταὐτῷ εὐωχουμένων, οἶκος δ᾽ ἦν δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον, ἄγεται μεταπεμψαμένων Σαμψὼν εἰς τὸ συμπόσιον, ὅπως ἐνυβρίσωσιν αὐτῷ παρὰ τὸν πότον. [315] δὲ δεινότερον τῶν κακῶν ὑπολαμβάνων τὸ μὴ δύνασθαι ὑβριζόμενος ἀμύνασθαι, τὸν χειραγωγοῦντα παῖδα πείθει, προσαναπαύσασθαι χρῄζειν εἰπὼν ὑπὸ κόπου, τοῖς κίοσιν αὐτὸν ἐγγὺς ἀγαγεῖν. [316] ὡς δὲ ἧκεν, ἐνσεισθεὶς αὐτοῖς ἐπικαταβάλλει τὸν οἶκον ἀνατραπέντων τῶν κιόνων τρισχιλίοις ἀνδράσιν, οἳ πάντες ἀπέθανον, ἐν αὐτοῖς δὲ καὶ Σαμψών. καὶ τὸν μὲν τοιοῦτον κατέσχε τέλος ἄρξαντα τῶν Ἰσραηλιτῶν εἴκοσιν ἔτη. [317] θαυμάζειν δὲ ἄξιον τῆς ἀρετῆς καὶ τῆς ἰσχύος καὶ τοῦ περὶ τὴν τελευτὴν μεγαλόφρονος τὸν ἄνδρα καὶ τῆς ὀργῆς τῆς μέχρι τοῦ τελευτᾶν πρὸς τοὺς πολεμίους. καὶ τὸ μὲν ὑπὸ γυναικὸς ἁλῶναι δεῖ τῇ φύσει τῶν ἀνθρώπων προσάπτειν ἥττονι ἁμαρτημάτων οὔσῃ, μαρτυρεῖν δὲ ἐκείνῳ τὴν εἰς τὰ ἄλλα πάντα τῆς ἀρετῆς περιουσίαν. οἱ δὲ συγγενεῖς ἀράμενοι τὸ σῶμα αὐτοῦ θάπτουσιν ἐν Σαρασᾶ τῇ πατρίδι μετὰ τῶν συγγενῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: