previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[92]

Μετ᾽ οὐ πολὺν δὲ χρόνον πεντηκοστὸν μὲν καὶ πέμπτον ἀπὸ γενεᾶς πληρώσας ἔτος τέταρτον δὲ πρὸς εἰκοστῷ δυναστεύσας, καταλιπὼν παῖδας ἄρρενας εἰκοσιτέσσαρας καὶ θυγατέρας εἰκοσιτέσσαρας καταστρέφει τὸν βίον. [93] τὴν μέντοι διαδοχὴν τῆς ἀρχῆς τὸν ἀδελφὸν Μονόβαζον ἐκέλευεν παραλαβεῖν, ἀμειβόμενος αὐτὸν ὅτι κατὰ τὴν ἀποδημίαν αὐτοῦ μετὰ τὸν τοῦ πατρὸς θάνατον πιστῶς φυλάξειεν αὐτῷ τὴν δυναστείαν. [94] δὲ μήτηρ Ἑλένη τὸν τοῦ παιδὸς θάνατον ἀκούσασα βαρέως μὲν ἤνεγκεν ὡς εἰκὸς μητέρα στερομένην εὐσεβεστάτου παιδός, παραμυθίαν δ᾽ ὅμως εἶχεν τὴν διαδοχὴν ἀκούσασα εἰς τὸν πρεσβύτερον αὐτῆς υἱὸν ἥκουσαν, καὶ πρὸς αὐτὸν ἔσπευδεν. παραγενομένη δὲ εἰς τὴν Ἀδιαβηνὴν οὐ πολὺν Ἰζάτῃ τῷ παιδὶ χρόνον ἐπεβίωσεν. [95] δὲ Μονόβαζος τά τε ἐκείνης ὀστᾶ καὶ τὰ τοῦ ἀδελφοῦ πέμψας εἰς Ἱεροσόλυμα θάψαι προσέταξεν ἐν ταῖς πυραμίσιν, ἃς μήτηρ κατεσκευάκει τρεῖς τὸν ἀριθμὸν τρία στάδια τῆς Ἱεροσολυμιτῶν πόλεως ἀπεχούσας. [96] ἀλλὰ Μονόβαζος μὲν βασιλεὺς ὅσα κατὰ τὸν τῆς ζωῆς χρόνον ἔπραξεν, ὕστερον ἀπαγγελοῦμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: