previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[231]

Ἀμῶντας δὲ καὶ συναιροῦντας τὰ θέρη μὴ καλαμᾶσθαι, καταλιπεῖν δέ τινα καὶ τῶν δραγμάτων τοῖς βίου σπανίζουσιν ἕρμαιον εἶναι τούτοις πρὸς διατροφήν: ὁμοίως δὲ καὶ τῆς τρύγης ἀπολιπεῖν τὰς ἐπιφυλλίδας τοῖς πένησι καὶ τῶν ἐλαιῶν παρεῖναί τι τοῦ καρποῦ πρὸς συλλογὴν τοῖς ἐξ ἰδίων οὐκ ἔχουσι μεταλαβεῖν: [232] οὐ τοσαύτη γὰρ ἂν ἐκ τῆς ἐπ᾽ ἀκριβὲς αὐτῶν συλλογῆς εὐπορία τοῖς δεσπόταις γένοιτο, ὅση χάρις ἐκ τῶν δεομένων ἔλθοι, τό τε θεῖον τὴν γῆν προθυμοτέραν εἰς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀπεργάσεται μὴ τοῦ κατ᾽ αὐτοὺς προνοουμένων λυσιτελοῦς, ἀλλὰ καὶ τῆς τῶν ἄλλων διατροφῆς λόγον ἐχόντων. [233] μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος: οὐ γὰρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας. [234] μηδὲ ὀπώρας ἀκμαζούσης κωλύειν ἅπτεσθαι τοὺς ὁδῷ βαδίζοντας, ἀλλ᾽ ὡς ἐξ οἰκείων αὐτοῖς ἐπιτρέπειν ἐμπίπλασθαι, κἂν ἐγχώριοι τυγχάνωσι κἂν ξένοι, χαίροντας ἐπὶ τῷ παρέχειν αὐτοῖς τῶν ὡραίων μεταλαμβάνειν: ἀποφέρεσθαι δ᾽ αὐτοῖς μηδὲν ἐξέστω. [235] μηδὲ τρυγῶντες ὧν ἂν εἰς τὰς ληνοὺς κομίζωσιν εἰργέτωσαν τοὺς ὑπαντιάζοντας ἐπεσθίειν: ἄδικον γὰρ ἀγαθῶν, κατὰ βούλησιν θεοῦ παρῆλθεν εἰς τὸν βίον, φθονεῖν τοῖς ἐπιθυμοῦσιν αὐτῶν μεταλαμβάνειν τῆς ὥρας ἐν ἀκμῇ τε οὔσης καὶ σπευδούσης ἀπελθεῖν: [236] ὡς τῷ θεῷ κεχαρισμένον ἂν εἴη, κἂν ὑπ᾽ αἰσχύνης τινὰς ὀκνοῦντας ἅψασθαι λαβεῖν παρακαλῶσιν, ὄντας μὲν Ἰσραηλίτας ὡς κοινωνοὺς καὶ δεσπότας διὰ τὴν συγγένειαν, ἀφιγμένους δ᾽ ἀλλαχόθεν ἀνθρώπους ξενίων τυχεῖν ἀξιοῦντας ὧν θεὸς καθ᾽ ὥραν αὐτοῖς παρέσχεν. [237] ἀναλώματα γὰρ οὐχ ἡγητέον ὅσα τις κατὰ χρηστότητα παρίησιν ἀνθρώποις λαμβάνειν, τοῦ θεοῦ τὴν ἀφθονίαν τῶν ἀγαθῶν χορηγοῦντος οὐκ ἐπὶ τῷ καρποῦσθαι μόνοις, ἀλλὰ καὶ τῷ τοῖς ἄλλοις μεταδιδόναι φιλοτίμως, καὶ βουλομένου τῷ τρόπῳ τούτῳ τὴν ἰδίαν περὶ τὸν Ἰσραηλιτῶν λαὸν εὔνοιαν καὶ τὴν χορηγίαν τῆς εὐδαιμονίας καὶ τοῖς ἄλλοις ἐμφανίζεσθαι ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς κἀκείνοις μεταδιδόντων. [238] δὲ παρὰ ταῦτα ποιήσας πληγὰς μιᾷ λειπούσας τεσσαράκοντα τῷ δημοσίῳ σκύτει λαβὼν τιμωρίαν ταύτην αἰσχίστην ἐλεύθερος ὑπομενέτω, ὅτι τῷ κέρδει δουλεύσας ὕβρισε τὸ ἀξίωμα: [239] καλῶς γὰρ ὑμῖν ἔχει πεπειραμένοις ἐν Αἰγύπτῳ συμφορῶν καὶ κατὰ τὴν ἐρημίαν πρόνοιαν τῶν ἐν τοῖς ὁμοίοις ὑπαρχόντων ποιεῖσθαι, καὶ τυχόντας εὐπορίας ἐξ ἐλέου καὶ προνοίας τοῦ θεοῦ τὴν αὐτὴν ταύτην ἐξ ὁμοίου πάθους ἀπομερίζειν τοῖς δεομένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: