previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[184]

Τελευτήσαντος δὲ Ξέρξου τὴν βασιλείαν εἰς τὸν υἱὸν Κῦρον, ὃν Ἀρταξέρξην Ἕλληνες καλοῦσιν, συνέβη μεταβῆναι. τούτου τὴν Περσῶν ἔχοντος ἡγεμονίαν ἐκινδύνευσεν τὸ τῶν Ἰουδαίων ἔθνος ἅπαν σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι. τὴν δ᾽ αἰτίαν μετ᾽ οὐ πολὺ δηλώσομεν: [185] πρέπει γὰρ τὰ τοῦ βασιλέως διηγεῖσθαι πρῶτον, ὡς ἔγημεν Ἰουδαίαν γυναῖκα τοῦ γένους οὖσαν τοῦ βασιλικοῦ, ἣν καὶ σῶσαι τὸ ἔθνος ἡμῶν λέγουσιν. [186] παραλαβὼν γὰρ τὴν βασιλείαν Ἀρταξέρξης καὶ καταστήσας ἀπὸ Ἰνδίας ἄχρι Αἰθιοπίας τῶν σατραπειῶν ἑκατὸν καὶ εἰκοσιεπτὰ οὐσῶν ἄρχοντας, τῷ τρίτῳ τῆς βασιλείας ἔτει τούς τε φίλους καὶ τὰ Περσῶν ἔθνη καὶ τοὺς ἡγεμόνας αὐτῶν ὑποδεξάμενος ἑστιᾷ πολυτελῶς, οἷον εἰκὸς παρὰ βασιλεῖ τοῦ πλούτου παρασκευαζομένῳ τὴν ἐπίδειξιν ποιήσασθαι, ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα. [187] ἔπειτα τὰ ἔθνη καὶ τοὺς πρεσβευτὰς αὐτῶν ἐν Σούσοις ἐπὶ ἡμέρας κατευώχησεν ἑπτά. τὸ δὲ συμπόσιον ἦν αὐτοῖς τὸν τρόπον τοῦτον γεγενημένον: σκήνωμα πηξάμενος ἐκ χρυσέων καὶ ἀργυρέων κιόνων ὕφη λίνεα καὶ πορφύρεα κατ᾽ αὐτῶν διεπέτασεν, ὥστε πολλὰς μυριάδας κατακλίνεσθαι. [188] διηκονοῦντο δ᾽ ἐκπώμασι χρυσέοις καὶ τοῖς διὰ λίθου πολυτελοῦς εἰς τέρψιν ἅμα καὶ θέαν πεποιημένοις. προσέταττεν δὲ καὶ τοῖς διακόνοις μὴ βιάζεσθαι πίνειν τὸ ποτὸν αὐτοῖς συνεχῶς προσφέροντας, ὡς καὶ παρὰ Πέρσαις γίγνεται, ἀλλ᾽ ἐπιτρέπειν αὐτοῖς καὶ πρὸς βούλεται τῶν κατακειμένων ἕκαστος φιλοφρονεῖσθαι. [189] διαπέμψας δὲ καὶ κατὰ τὴν χώραν παρήγγειλεν ἀνεῖσθαι τῶν ἔργων ἀφιεμένους καὶ ἑορτάζειν ὑπὲρ τῆς βασιλείας αὐτοῦ πολλαῖς ἡμέραις. [190] ὁμοίως τε τῶν γυναικῶν βασίλισσα Ἄστη συνήγαγεν συμπόσιον ἐν τοῖς βασιλείοις, ἣν ἐπιδεῖξαι βουλόμενος τοῖς ἑστιωμένοις βασιλεὺς πέμψας ἐκέλευσεν αὐτὴν εἰς τὸ συμπόσιον ἥκειν κάλλει τὰς γυναῖκας ἁπάσας ὑπερβάλλουσαν. [191] δὲ φυλακῇ τῶν παρὰ Πέρσαις νόμων, οἳ τοῖς ἀλλοτρίοις βλέπεσθαι τὰς γυναῖκας ἀπηγορεύκασιν, οὐκ ἐπορεύετο πρὸς τὸν βασιλέα, καὶ πολλάκις τοὺς εὐνούχους ἀποστέλλοντος πρὸς αὐτὴν οὐδὲν ἧττον ἐνέμεινεν παραιτουμένη τὴν ἄφιξιν, [192] ὡς εἰς ὀργὴν παροξυνθέντα τὸν βασιλέα λῦσαι μὲν τὸ συμπόσιον, ἀναστάντα δὲ καὶ τοὺς ἑπτὰ τῶν Περσῶν, οἳ τὴν τῶν νόμων ἐξήγησιν ἔχουσι παρ᾽ αὐτοῖς, καλέσαντα κατηγορεῖν τῆς γυναικὸς καὶ λέγειν, ὡς ὑβρισθείη πρὸς αὐτῆς: ‘κληθεῖσα γὰρ ὑπ᾽ αὐτοῦ πολλάκις εἰς τὸ συμπόσιον ὑπήκουσεν οὐδὲ ἅπαξ.’ [193] προσέταξεν οὖν δηλοῦν, τίνα κατ᾽ αὐτῆς νόμον ὁρίζουσιν. ἑνὸς δ᾽ ἐξ αὐτῶν Μουχαίου ὄνομα εἰπόντος οὐκ αὐτῷ μόνῳ ταύτην γεγονέναι τὴν ὕβριν, ἀλλὰ πᾶσι Πέρσαις, οἷς κινδυνεύεται καταφρονουμένοις ὑπὸ τῶν γυναικῶν αἴσχιστα διαγεγονέναι τὸν βίον: [194] οὐδεμία γὰρ τοῦ συνοικοῦντος ἀνδρὸς αἰδῶ ποιήσεται παράδειγμα τὴν τῆς βασιλίσσης ὑπερηφανίαν πρὸς σὲ τὸν κρατοῦντα ἁπάντων ἔχουσα. παρακελευομένου δὲ τὴν οὕτως ἐνυβρίζουσαν αὐτῷ ζημιῶσαι μεγάλην ζημίαν καὶ τοῦτο ποιήσαντα διαγγεῖλαι τοῖς ἔθνεσιν τὰ περὶ τῆς βασιλίσσης κεκυρωμένα, ἔδοξε τὴν Ἄστην ἐκβαλεῖν καὶ δοῦναι τὴν ἐκείνης τιμὴν ἑτέρᾳ γυναικί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: