previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[62]

Ποιησάντων δὲ τοῦτο τῶν Ἑβραίων τῆς Βενιαμίτιδος κλῆρος ἐξέπεσε, ταύτης δὲ κληρωθείσης ἔλαχεν Ματρὶς καλουμένη πατριὰ, ἧς κατ᾽ ἄνδρα κληρωθείσης λαγχάνει Κεισαίου βασιλεύειν παῖς Σαοῦλος. [63] γνοὺς δὲ τοῦθ᾽ νεανίσκος φθάσας ἐκποδὼν αὑτὸν ἐποίει μὴ βουλόμενος οἶμαι δοκεῖν τὴν ἀρχὴν ἑκὼν λαμβάνειν, ἀλλὰ τοσαύτην ἐνεδείξατο ἐγκράτειαν καὶ σωφροσύνην, ὥστε τῶν πλείστων οὐδ᾽ ἐπὶ μικραῖς εὐπραγίαις τὴν χαρὰν κατασχεῖν δυναμένων, ἀλλ᾽ εἰς τὸ πᾶσι γενέσθαι φανεροὺς προπιπτόντων, δ᾽ οὐ μόνον οὐδὲν ἐνέφηνε τοιοῦτον ἐπὶ βασιλείᾳ καὶ τῷ τοσούτων καὶ τηλικούτων ἐθνῶν ἀποδεδεῖχθαι δεσπότης, ἀλλὰ καὶ τῆς ὄψεως αὑτὸν τῆς τῶν βασιλευθησομένων ἐξέκλεψεν καὶ ζητεῖν αὐτὸν καὶ περὶ τοῦτο πονεῖν παρεσκεύασεν. [64] ὧν ἀμηχανούντων καὶ φροντιζόντων, ὅτι καὶ γένοιτο ἀφανὴς Σαοῦλος, προφήτης ἱκέτευε τὸν θεὸν δεῖξαι ποῦ ποτ᾽ εἴη καὶ παρασχεῖν εἰς ἐμφανὲς τὸν νεανίσκον. [65] μαθὼν δὲ παρὰ τοῦ θεοῦ τὸν τόπον ἔνθα κρύπτεται Σαοῦλος πέμπει τοὺς ἄξοντας αὐτὸν καὶ παραγενόμενον ἵστησι μέσον τοῦ πλήθους. ἐξεῖχε δὲ ἁπάντων, καὶ τὸ ὕψος ἦν βασιλικώτατος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: