previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[357]

Ἐκπεπορθημένην δὲ τὴν Σίκελλαν καταλαβὼν Δαυίδης καὶ διηρπαγμένα πάντα καὶ τὰς γυναῖκας τὰς ἑαυτοῦ, δύο γὰρ ἦσαν, καὶ τὰς γυναῖκας τῶν ἑταίρων σὺν τοῖς τέκνοις ᾐχμαλωτισμένας, περιρρήγνυται εὐθὺς τὴν ἐσθῆτα. [358] κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν φίλων ἐπὶ τοσοῦτον παρείθη τοῖς κακοῖς, ὥστε αὐτὸν ἐπιλιπεῖν ἤδη καὶ τὰ δάκρυα, κινδυνεῦσαι δὲ καὶ βληθεὶς ὑπὸ τῶν ἑταίρων ἀλγούντων ἐπὶ ταῖς αἰχμαλωσίαις τῶν γυναικῶν καὶ τῶν τέκνων ἀποθανεῖν: αὐτὸν γὰρ τῶν γεγονότων ᾐτιῶντο. [359] ἀνασχὼν δ᾽ ἐκ τῆς λύπης καὶ τὴν διάνοιαν πρὸς τὸν θεὸν ἀναστήσας παρεκάλεσε τὸν ἀρχιερέα Ἀβιάθαρον ἐνδύσασθαι τὴν ἱερατικὴν στολὴν καὶ ἐπερωτῆσαι τὸν θεὸν καὶ προφητεῦσαι, εἰ διώξαντι τοὺς Ἀμαληκίτας δίδωσι καταλαβεῖν καὶ σῶσαι μὲν τὰς γυναῖκας καὶ τὰ τέκνα, τιμωρήσασθαι δὲ τοὺς ἐχθρούς. [360] τοῦ δ᾽ ἀρχιερέως διώκειν κελεύσαντος ἐκπηδήσας μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο τοῖς πολεμίοις: παραγενόμενος δ᾽ ἐπί τινα χειμάρρουν Βάσελον λεγόμενον καὶ πλανωμένῳ τινὶ περιπεσὼν Αἰγυπτίῳ μὲν τὸ γένος ὑπ᾽ ἐνδείας δὲ καὶ λιμοῦ παρειμένῳ, τρισὶ γὰρ ἡμέραις ἐν τῇ ἐρημίᾳ πλανώμενος ἄσιτος διεκαρτέρησε, πρῶτον αὐτὸν ποτῷ καὶ τροφῇ παραστησάμενος καὶ ἀναλαβὼν ἐπύθετο, τίς τε εἴη καὶ πόθεν. [361] δὲ γένος μὲν ἐσήμαινεν Αἰγύπτιος ὤν, καταλειφθῆναι δὲ ὑπὸ τοῦ δεσπότου κατ᾽ ἀρρωστίαν ἕπεσθαι μὴ δυνάμενον: ἐδήλου δ᾽ αὑτὸν τῶν καταπρησάντων καὶ διηρπακότων ἄλλα τε τῆς Ἰουδαίας καὶ τὴν Σίκελλαν εἶναι. [362] χρησάμενος οὖν Δαυίδης τούτῳ ἐπὶ τοὺς Ἀμαληκίτας ὁδηγῷ καὶ καταλαβὼν αὐτοὺς ἐπὶ γῆς ἐρριμμένους, καὶ τοὺς μὲν ἀριστῶντας, τοὺς δὲ καὶ μεθύοντας ἤδη καὶ λελυμένους ὑπὸ τοῦ οἴνου καὶ τῶν λαφύρων καὶ τῆς λείας ἀπολαύοντας, ἐπιπεσὼν αἰφνιδίως πολὺν αὐτῶν φόνον εἰργάσατο: γυμνοὶ γὰρ ὄντες καὶ μηδὲν προσδοκῶντες τοιοῦτον, ἀλλὰ πρὸς τὸ πιεῖν καὶ εὐωχεῖσθαι τετραμμένοι πάντες ἦσαν εὐκατέργαστοι. [363] καὶ οἱ μὲν αὐτῶν ἔτι τῶν τραπεζῶν παρακειμένων ἐπικαταλαμβανόμενοι παρ᾽ αὐταῖς ἀνῃροῦντο καὶ παρέσυρεν αὐτοῖς τὰ σιτία καὶ τὴν τροφὴν τὸ αἷμα, τοὺς δὲ δεξιουμένους ἀλλήλους ταῖς προπόσεσι διέφθειρεν, ἐνίους δὲ καὶ πρὸς ὕπνον ὑπὸ τοῦ ἀκράτου κατενηνεγμένους. ὁπόσοι δ᾽ ἔφθασαν περιθέμενοι τὰς πανοπλίας ἐξ ἐναντίας τ᾽ αὐτῷ στῆναι, τούτους οὐδὲν ἧττον εὐχερῶς τῶν γυμνῶν κατακειμένων ἀπέσφαττον. [364] διέμειναν δὲ οἱ σὺν τῷ Δαυίδῃ καὶ αὐτοὶ ἀναιροῦντες ἀπὸ πρώτης ὥρας ἕως ἑσπέρας, ὡς μὴ περιλειφθῆναι τῶν Ἀμαληκιτῶν πλείονας τετρακοσίους: καὶ οὗτοι δὲ δρομάσι καμήλοις ἐπιβάντες διέφυγον. ἀνέσωσε δὲ τἆλλα πάντα διήρπασαν αὐτῶν οἱ πολέμιοι καὶ τάς τε αὐτοῦ γυναῖκας καὶ τὰς τῶν ἑταίρων. [365] ὡς δὲ ἀναστρέφοντες ἧκον ἐπὶ τὸν τόπον, ἔνθα διακοσίους μὴ δυναμένους αὐτοῖς ἕπεσθαι καταλελοίπεσαν ἐπὶ τῶν σκευῶν, οἱ μὲν τετρακόσιοι τῆς μὲν ἄλλης ὠφελείας τε καὶ λείας οὐκ ἠξίουν αὐτοῖς ἀπομερίζειν: οὐ συνακολουθήσαντας γὰρ ἀλλὰ μαλακισθέντας περὶ τὴν δίωξιν ἀγαπήσειν ἀνασεσωσμένας τὰς γυναῖκας ἀπολαμβάνοντας ἔλεγον: [366] Δαυίδης δὲ πονηρὰν καὶ ἄδικον αὐτῶν ταύτην ἀπέφηνε τὴν γνώμην: εἶναι γὰρ ἀξίους, τοῦ θεοῦ παρασχόντος αὐτοῖς ἀμύνασθαι μὲν τοὺς πολεμίους, κομίσασθαι δὲ πάντα τὰ αὑτῶν, πᾶσιν ἐξ ἴσου τοῖς συστρατευσαμένοις μερίζεσθαι τὴν ὠφέλειαν, καὶ ταῦτ᾽ ἐπὶ φυλακῇ τῶν σκευῶν μεμενηκότων. [367] καὶ ἐξ ἐκείνου νόμος οὗτος ἐκράτησε παρ᾽ αὐτοῖς, ἵνα ταὐτὰ τοῖς μαχομένοις λαμβάνωσιν οἱ τὰ σκεύη φυλάσσοντες. γενόμενος δ᾽ ἐν Σικέλλα Δαυίδης διέπεμψε πᾶσι τοῖς ἐν τῇ Ἰούδα φυλῇ συνήθεσι καὶ φίλοις ἀπομοίρας τῶν λαφύρων. καὶ τὰ μὲν περὶ τὴν Σικέλλων πόρθησιν καὶ Ἀμαληκιτῶν ἀναίρεσιν οὕτως ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: