previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[215]

Τοῦτ᾽ οὖν διηγούμενος Γεδεὼν τισὶ τῶν νέων ἐπιστεύετο, καὶ παραχρῆμα πρὸς τοὺς ἀγῶνας ἕτοιμον ἦν τὸ στρατόπεδον μυρίων ἀνδρῶν. ἐπιστὰς δὲ κατὰ τοὺς ὕπνους θεὸς τῷ Γεδεῶνι τὴν ἀνθρωπίνην φύσιν αὐτῷ φίλαυτον οὖσαν ἐδήλου καὶ πρὸς τοὺς ἀρετῇ διαφέροντας ἀπεχθανομένην, ὅπως τε τὴν νίκην παρέντες τοῦ θεοῦ δοκεῖν νομίζουσιν ἰδίαν ὡς πολὺς στρατὸς ὄντες καὶ πρὸς τοὺς πολεμίους ἀξιόμαχος. [216] ἵνα μάθωσιν οὖν βοηθείας τῆς αὐτοῦ τὸ ἔργον, συνεβούλευε περὶ μεσοῦσαν τὴν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμὸν καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτως πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δ᾽ ἂν ἐσπευσμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν τούτους δειλοὺς νομίζειν καὶ καταπεπληγότας τοὺς πολεμίους. [217] ποιήσαντος δὲ τοῦ Γεδεῶνος κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ φόβου προσενεγκάμενοι τὸ ὕδωρ τεταραγμένως, ἔφησέ τε θεὸς τούτους ἐπαγόμενον ἐπιχειρεῖν τοῖς πολεμίοις. ἐστρατοπεδεύοντο δὲ ὑπὲρ τοῦ Ἰορδάνου μέλλοντες εἰς τὴν ἐπιοῦσαν περαιοῦσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: