previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[147] Ταῦτα ἀκούσαντες οἱ Ἰουδαῖοι πολὺ τὰς ψυχὰς ἀμείνους ἐγίνοντο πρὸς τὴν μάχην. Ἡρώδης δὲ θυσίας κατὰ τὰ νομιζόμενα ποιήσας καὶ μετὰ σπουδῆς ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τοὺς Ἄραβας διαβὰς τὸν Ἰορδάνην ποταμὸν καὶ τῶν πολεμίων στρατοπεδεύεται πλησίον. [148] ἐδόκει δ᾽ αὐτῷ φρούριον ἐν μέσῳ κείμενον καταλαβεῖν: οὕτως γὰρ αὐτὸς μὲν ὠφεληθήσεσθαι καὶ πρὸς τὸ θᾶττον συνάψαι τὴν μάχην καὶ εἰ παρέλκειν δέοι ἐρυμνὸν αὐτῷ πεπορισμένος τὸ στρατόπεδον. [149] τὸ δ᾽ αὐτὸ καὶ τῶν Ἀράβων προνοούντων ἅμιλλα γίνεται περὶ τοῦ χωρίου καὶ πρῶτον μὲν ἀκροβολισμοῖς, εἶτα δὴ καὶ πλείους εἰς χεῖρας ἐρχόμενοι παρ᾽ ἀμφοτέρων ἕως ἡττηθέντες οἱ παρὰ τῶν Ἀράβων ἀπεχώρουν. [150] τοῦτο εὐθὺς εἰς ἐλπίδας τοῖς Ἰουδαίοις οὐ μικρὸν ἐγεγόνει. καὶ τὴν δύναμιν αὐτοῦ * ἐννοούμενον πάντα μᾶλλον πρὸς μάχην ἰέναι βουλόμενον θρασύτερον ἐπεχείρησεν αὐτῶν τὸν χάρακα διασπᾶν καὶ τοῦ στρατοπέδου προσάγων ἅπτεσθαι: τούτοις γὰρ ἐκβιασθέντες προῄεσαν ἄτακτοι καὶ προθυμίας τῆς εἰς τὸ νικᾶν ἐλπίδος οὐδ᾽ ὁτιοῦν ἐσχηκότες. [151] ὅμως δ᾽ οὖν εἰς χεῖρας ᾔεσαν πλείους τε ὄντες καὶ διὰ τὸ κατεπείγειν ἐπὶ τὸ τολμηρὸν ὑπὸ τῆς ἀνάγκης στρατηγούμενοι, καὶ μάχη γίνεται καρτερὰ πιπτόντων ἑκατέρωθεν οὐκ ὀλίγων, τέλος δὲ τραπέντες οἱ Ἄραβες ἔφευγον. [152] ἦν δὲ φόνος ἐγκλινάντων, ὡς μὴ μόνον ὑπὸ τῶν πολεμίων θνήσκειν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς παραιτίους γίνεσθαι τῶν κακῶν, ὑπό τε πλήθους καὶ φορᾶς ἀτάκτου συμπατουμένων καὶ περιπιπτόντων τοῖς οἰκείοις ὅπλοις: [153] πεντακισχίλιοι γοῦν αὐτῶν ἐγένοντο νεκροί. τὸ δ᾽ ἄλλο πλῆθος ἔφθη μὲν εἰς τὸ χαράκωμα συμφυγεῖν, εἶχεν δ᾽ οὐκ ἐν βεβαίῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἀπορίᾳ τῶν ἐπιτηδείων καὶ μᾶλλον ὕδατος. οἵ τε Ἰουδαῖοι διώκοντες συνεισπεσεῖν μὲν οὐ κατίσχυσαν, [154] περικαθεζόμενοι δὲ τῷ χάρακι καὶ παρατηροῦντες εἰσόδου τε τοὺς ἐπαρκοῦντας καὶ ἐξόδου φυγεῖν βουλομένους εἶργον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: