previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[318]

δὲ τῆς Βαβυλωνίας σατράπης μαθὼν ταῦτα καὶ βουληθεὶς ἔτι φυομένους κωλῦσαι πρίν τι μεῖζον κακὸν ἐξ αὐτῶν ἀναστῆναι, συλλέξας στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ τῶν Παρθυαίων καὶ τῶν Βαβυλωνίων ἤλασε πρὸς αὐτοὺς, φθῆναι θέλων προσβαλὼν ἐξελεῖν πρὶν ἐξάγγελτος γενέσθαι κατασκευάζων τὸν στρατόν. [319] περικαθίσας δὲ τὸ ἕλος ἡσύχαζεν, καὶ κατὰ τὴν ἐπιοῦσαν, ἦν δὲ σάββατον ἀργίας παντὸς χρήματος Ἰουδαίοις ἡμέρα, οἰόμενος οὐ τολμήσειν ἀντιστατήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλὰ ἀμαχεὶ λαβὼν ἄξειν δεδεμένους, κατὰ βραχὺ δὲ προσῄει χρῄζων αἰφνίδιον ποιεῖσθαι τὴν ἐπίπτωσιν. [320] Ἀσιναῖος δὲ ἐτύγχανε σὺν τοῖς ἑταίροις καθεζόμενος καὶ τὰ ὅπλα παρέκειτο αὐτοῖςἄνδρες, φησί, χρεμετισμός μοι ἵππων προσέπεσεν οὐ φορβάδων, ἀλλ᾽ οἷος γένοιτ᾽ ἂν ἀνδρῶν αὐτοῖς ἐπιβεβηκότων, ἐπεὶ καί τινος ἀνακρούσεως αἰσθάνομαι χαλινῶν: δέδια, μὴ λελήθασιν ἡμᾶς οἱ πολέμιοι περιστάντες. ἀλλά τις προΐτω κατόπτης ἀπαγγελίαν ἡμῖν σαφῆ τῶν ἐνεστηκότων ποιησόμενος. εἴη δὲ ἐπὶ ψευδέσι μοι λελέχθαι τὰ εἰρημένα.’ καὶ μὲν τάδε εἶπεν, [321] καὶ ᾤχοντό τινες προσκοποῦντες τὸ γινόμενον καὶ τάχος παρελθόντες, ‘καὶ οὔτε αὐτὸς ψεύδῃ σαφὴς εἰκαστὴς εἶναι τῶν πρασσομένων τοῖς πολεμίοις οὔτε ἐκεῖνοι πλειόνως ἐπιτρέψειν ἤμελλον ἡμῖν ὑβριεῖν. [322] περιειλήμμεθα δόλῳ μηδὲν βοσκημάτων διαφέροντες: τοσῆσδε ἵππου πλῆθος ἐπελαύνουσιν ἡμῖν ἐν ἀπορίᾳ χειρῶν κειμένοις διὰ τὸ κατείργεσθαι προαγορεύσει [323] τῶν πατρίων εἰς τὸ ἀργεῖν.’ Ἀσιναῖος δὲ οὐκ ἄρα γνώμῃ τοῦ κατασκόπου κρίνειν ἔμελλεν ἐπὶ τοῖς ποιητέοις, ἀλλὰ νομιμώτερον ἡγησάμενος τοῦ ἐπ᾽ ἀπράκτοις τελευτῶντας εὐφραίνειν τοὺς πολεμίους τὸ ἀλκῆς δεξάμενος αὐτοὺς ὑπὲρ τῆς ἀνάγκης εἰς ἣν ἐνεπεπτώκει παρανομεῖν τιμωρίαν ἀπολαμβάνοι, εἰ δέοι τελευτᾶν, αὐτός τε ἀναλαμβάνει τὰ ὅπλα καὶ τοῖς σὺν αὐτῷ θάρσος ἐνεποίει τῆς ἐπὶ τὰ ὅμοια ἀρετῆς. [324] ὁμόσε ἴασι τοῖς πολεμίοις, καὶ πολλοὺς κτείναντες αὐτῶν διὰ τὸ καταφρονοῦντας ὡς ἐπὶ τὰ ἕτοιμα χωρεῖν εἰς φυγὴν τρέπονται τὸ λοιπόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: