previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[127]

οὐκ ἀγνοῶ μὲν, ἄνδρες, ὅτι πολλὰ παρὰ τόνδε τὸν καιρὸν γεγένηται πρὸς τὰς πράξεις ἡμῖν ἐναντιώματα, καὶ θαρρεῖν εἰκὸς ἐν τοῖς τοιούτοις οὐδὲ τοὺς πλεῖστον ἀνδραγαθίᾳ διενηνοχότας. [128] ἀλλ᾽ ἐπειδὴ κατεπείγει τε πολεμεῖν καὶ τῶν γεγονότων οὐδέν ἐστιν τοιοῦτον, μὴ δι᾽ ἑνὸς ἔργου καλῶς πραχθέντος ἐπανορθώσεται, παρακαλέσαι προειλόμην ὑμᾶς ἅμα καὶ διδάξαι δι᾽ ὧν ἂν ἐμμείναιτε τοῖς οἰκείοις φρονήμασιν. [129] βούλομαι δὲ πρῶτον μὲν ὑπὲρ τοῦ πολεμεῖν ὡς δικαίως αὐτὸ ποιοῦμεν ἐπιδεῖξαι, διὰ τὴν ὕβριν τῶν ἐναντίων ἠναγκασμένοι: μέγιστον γὰρ εἰ μάθοιτε τοῦτο προθυμίας ὑμῖν αἴτιον ἔσται: μετὰ δὲ τοῦτο δεῖξαι, διότι καὶ τῶν ἐν ἡμῖν δεινὸν οὐδέν ἐστιν καὶ πλείστας εἰς τὸ νικᾶν ἔχομεν τὰς ἐλπίδας. [130] ἄρξομαι δ᾽ ἀπὸ τοῦ πρώτου μάρτυρας ὑμᾶς ποιούμενος ὧν λέγω: τὴν γὰρ τῶν Ἀράβων παρανομίαν ἴστε μὲν δήπου καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως ἀπίστως διακειμένων, ὡς εἰκὸς ἔχειν τὸ βάρβαρον καὶ ἀνεννόητον θεοῦ, πλεῖστα μέντοι προσέκρουσαν ἡμῖν πλεονεξίᾳ καὶ φθόνῳ καὶ ταῖς ταραχαῖς ἐφεδρεύοντες ἐξ ὑπογύου. [131] καὶ τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἀλλὰ κινδυνεύοντας αὐτοὺς τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν καὶ δουλεύειν Κλεοπάτρᾳ τίνες ἄλλοι τοῦ δέους ἀπήλλαξαν; γὰρ ἐμὴ πρὸς Ἀντώνιον φιλία κἀκείνου πρὸς ἡμᾶς διάθεσις αἰτία γεγένηται μηδὲ τούτους ἀνήκεστόν τι παθεῖν, φυλαττομένου τἀνδρὸς μηδὲν ἐπιτηδεύειν, δύναιτ᾽ ἂν ὕποπτον ἡμῖν γενέσθαι. [132] βουληθέντος δὲ ὅμως Κλεοπάτρᾳ μέρη τινὰ παρασχεῖν ἀφ᾽ ἑκατέρας τῆς ἀρχῆς, καὶ τοῦτο διῳκησάμην ἐγώ, καὶ πολλὰ δῶρα δοὺς ἰδίᾳ τὸ μὲν ἀσφαλὲς ἀμφοτέροις ἐπορισάμην, τὰς δὲ δαπάνας αὐτὸς ἀνέλαβον, διακόσια μὲν δοὺς τάλαντα, διακοσίων δ᾽ ἐγγυητὴς γενόμενος, τῇ μὲν προσοδευομένῃ γέγονεν, αὐτοὶ δ᾽ ὑπὸ τούτων ἀπεστερήμεθα. [133] καίτοι γε ἄξιον ἦν μηδενὶ τῶν ὄντων Ἰουδαίους φόρον τῆς χώρας ἀπόμοιραν τελεῖν, εἰ δ᾽ οὖν, ἀλλ᾽ οὐχ ὑπέρ γε τούτων οὓς αὐτοὶ σεσώκαμεν, οὐδὲ τοὺς Ἄραβας ὁμολογήσαντας ἐντεύξεως καὶ χάριτος ὅτι τὴν ἀρχὴν ἐδόκουν τυγχάνειν ἀδικεῖν ἡμᾶς ἀποστεροῦντας, καὶ ταῦτα οὐ πολεμίους ὄντας, ἀλλὰ φίλους. [134] ὡς γε πίστις ἔχουσα καὶ πρὸς τοὺς πολεμιωτάτους τόπον τοῖς γε φίλοις ἀναγκαιοτάτη τετηρῆσθαι, ἀλλ᾽ οὐ παρὰ τούτοις, οἳ τὸ μὲν κερδαίνειν ἐκ παντὸς τρόπου κάλλιστον ὑπειλήφασιν, τὸ δ᾽ ἄδικον οὐκ ἐπιζήμιον, εἰ μόνον κερδαίνειν δυνηθεῖεν. [135] ἔστιν οὖν ἔτι ζήτησις ὑμῖν, εἰ δεῖ τοὺς ἀδίκους τιμωρεῖσθαι, τοῦτο καὶ τοῦ θεοῦ βουλομένου καὶ παραγγέλλοντος ἀεὶ μισεῖν τὴν ὕβριν καὶ τὴν ἀδικίαν, καὶ ταῦτα οὐ μόνον δίκαιον, ἀλλὰ καὶ ἀναγκαῖον πόλεμον ἐξιόντων; [136] γὰρ ὁμολογεῖται παρανομώτατα τοῖς τε Ἕλλησιν καὶ τοῖς βαρβάροις, ταῦτα ἔπραξαν εἰς τοὺς ἡμετέρους πρέσβεις ἀποσφάξαντες αὐτούς, τῶν μὲν Ἑλλήνων ἱεροὺς καὶ ἀσύλους εἶναι φαμένων τοὺς κήρυκας, ἡμῶν δὲ τὰ κάλλιστα τῶν δογμάτων καὶ τὰ ὁσιώτατα τῶν ἐν τοῖς νόμοις δι᾽ ἀγγέλων παρὰ τοῦ θεοῦ μαθόντων: τοῦτο γὰρ τὸ ὄνομα καὶ ἀνθρώποις θεὸν εἰς ἐμφάνειαν ἄγει καὶ πολεμίους πολεμίοις διαλλάττειν δύναται. [137] ποῖον οὖν μεῖζον ἂν γένοιτο ἀσέβημα πρέσβεις ἀποκτεῖναι τοὺς ὑπὲρ τοῦ δικαίου διαλεγομένους; πῶς δ᾽ ἂν ἔτι δύναιντο περὶ τὸν βίον εὐσταθεῖν περὶ τὸν πόλεμον εὐτυχεῖν τοιούτων αὐτοῖς πεπραγμένων; ἐμοὶ μὲν οὐδαμῶς δοκοῦσιν. [138] ἴσως τοίνυν τὸ μὲν ὅσιον καὶ δίκαιόν ἐστιν μεθ᾽ ἡμῶν, ἀνδρειότεροι δὲ πλείους ἐκεῖνοι τετυχήκασιν. ἀλλὰ πρῶτον μὲν ἀνάξιον ὑμῖν ταῦτα λέγειν: μεθ᾽ ὧν γὰρ τὸ δίκαιόν ἐστιν μετ᾽ ἐκείνων θεός, θεοῦ δὲ παρόντος καὶ πλῆθος καὶ ἀνδρεία πάρεστιν. [139] ἵνα δὲ καὶ τὰ καθ᾽ αὑτοὺς ἐξετάσωμεν, ἐνικήσαμεν τῇ πρώτῃ μάχῃ: συμβαλόντες τὴν δευτέραν οὐδὲ ἀντέσχον ἡμῖν, ἀλλ᾽ ἔφυγον εὐθὺς οὐχ ὑπομείναντες τὴν ἔφοδον καὶ τὰ φρονήματα: νικῶσιν ἡμῖν Ἀθηνίων ἐπέθετο πόλεμον ἀκήρυκτον ἐπάγων. [140] πότερον ἀνδραγαθία τοῦτ᾽ ἔστιν ἐκείνων δευτέρα παρανομία καὶ ἐνέδρα; τί οὖν ἔλαττον φρονοῦμεν ἐφ᾽ οἷς μείζους ἔχειν δεῖ τὰς ἐλπίδας; πῶς δ᾽ ἂν καταπλαγείημεν τοὺς ὅταν μὲν ἐξ ἀληθείας ἀγωνίζωνται πάντοτε νικωμένους, ὅταν δὲ κρατεῖν νομισθῶσιν ἐξ ἀδικίας αὐτὸ ποιοῦντας; [141] πῶς δ᾽ ἄν, εἰ καὶ γενναίους ἡγεῖταί τις αὐτούς, οὐ παρ᾽ αὐτὸ τοῦτο καὶ μᾶλλον ὁρμηθείη; τὸ γὰρ εὔψυχον οὐκ ἐν τῷ τοῖς ἀσθενεστέροις ἐπιχειρεῖν, ἀλλ᾽ ἐν τῷ δύνασθαι καὶ τῶν ἰσχυροτέρων κρατεῖν. [142] εἰ δέ τινα καταπλήξεται τὰ οἰκεῖα πάθη καὶ τὰ περὶ τὸν σεισμὸν συμβεβηκότα, πρῶτον μὲν ἐννοηθήτω, διότι τοῦτ᾽ αὐτὸ καὶ τοὺς Ἄραβας ἐξαπατᾷ μείζω τὰ γενόμενα τῆς ἀληθείας ὑπειληφότας, ἔπειτα ὡς οὐ καλὸν ἐκείνοις τε τόλμης καὶ ἡμῖν δειλίας τὴν αὐτὴν αἰτίαν γενέσθαι: [143] οἱ μὲν γὰρ οὐκ ἐξ οἰκείου τινὸς ἀγαθοῦ τὸ εὔψυχον ἔχουσιν, ἀλλ᾽ ἐκ τῆς περὶ ἡμᾶς ὡς κάμνοντας ἤδη τοῖς κακοῖς ἐλπίδος, ἡμεῖς δὲ χωρήσαντες ἐπ᾽ αὐτοὺς παραιρησόμεθα μὲν ἐκείνων τὸ μεῖζον φρονεῖν, ἀναληψόμεθα δ᾽ αὐτοὶ τὸ μηκέτι θαρροῦσιν μάχεσθαι. [144] καὶ γὰρ οὔτε κεκακώμεθα τοσοῦτον οὔθ᾽, ὅπερ οἴονταί τινες, ὀργὴν θεοῦ παρέχει τὸ γεγονός, ἀλλὰ ταῦτα συμπτώματα γίνεται καὶ πάθη τινά. καὶ εἰ κατὰ θεοῦ γνώμην πέπρακται, δῆλον ὡς καὶ πέπαυται κατὰ τὴν ἐκείνου γνώμην ἀρκουμένου τοῖς γεγονόσιν: βουλόμενος γὰρ ἔτι μᾶλλον ἀδικεῖν, οὐκ ἂν μετεβάλετο. [145] τὸν δὲ πόλεμον ὅτι καὶ θέλει τοῦτον ἐνεργεῖσθαι καὶ δίκαιον οἶδεν, δεδήλωκεν αὐτός: ἐνίων γὰρ ἐν τῷ σεισμῷ περὶ τὴν χώραν ἀπολομένων οὐδεὶς οὐδὲν ἔπαθεν τῶν ἐν τοῖς ὅπλοις, ἀλλὰ πάντες ἐσώθητε, φανερὸν ποιοῦντος τοῦ θεοῦ, διότι κἂν εἰ πανδημεὶ μετὰ τέκνων καὶ γυναικῶν ἐστρατεύεσθε, περιῆν ἂν ὑμῖν μηδὲν ἀνήκεστον παθεῖν. [146] ταῦτα ἐνθυμηθέντες καὶ τὸ μεῖζον ὅτι παρὰ πάντα καιρὸν προϊστάμενον ἔχετε τὸν θεόν, ἐπεξέλθετε δικαίαις ἀνδραγαθίαις τοὺς ἀδίκους μὲν πρὸς φιλίαν, ἀσπόνδους δὲ ἐν ταῖς μάχαις, ἀνοσίους δὲ εἰς πρέσβεις, ἀεὶ δὲ τῆς ὑμετέρας ἀρετῆς ἡττημένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: