previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[274]

Ἱεροβόαμος δ᾽ οὐδενὸς τούτων φροντίσας πολλὴν ἀθροίσας στρατιὰν ἐπὶ τὸν Ῥοβοάμου παῖδα τῶν δύο φυλῶν τὴν βασιλείαν τοῦ πατρὸς διαδεξάμενον Ἀβίαν ἐξεστράτευσε πολεμήσων: κατεφρόνει γὰρ αὐτοῦ διὰ τὴν ἡλικίαν. δὲ ἀκούσας τὴν ἔφοδον τὴν Ἱεροβοάμου πρὸς αὐτὴν οὐ κατεπλάγη, γενόμενος δ᾽ ἐπάνω καὶ τῆς νεότητος τῷ φρονήματι καὶ τῆς ἐλπίδος τοῦ πολεμίου στρατιὰν ἐπιλέξας ἐκ τῶν δύο φυλῶν ἀπήντησε τῷ Ἱεροβοάμῳ εἰς τόπον τινὰ καλούμενον ὄρος Σαμαρῶν καὶ στρατοπεδευσάμενος ἐγγὺς αὐτοῦ τὰ πρὸς τὴν μάχην εὐτρέπιζεν. [275] ἦν δ᾽ δύναμις αὐτοῦ μυριάδες τεσσαράκοντα, δὲ τοῦ Ἱεροβοάμου στρατιὰ διπλασίων ἐκείνης. ὡς δὲ τὰ στρατεύματα πρὸς τὰ ἔργα καὶ τοὺς κινδύνους ἀντιπαρετάσσετο καὶ συμβαλεῖν ἔμελλε, στὰς ἐφ᾽ ὑψηλοῦ τινος Ἀβίας τόπου καὶ τῇ χειρὶ κατασείσας τὸ πλῆθος καὶ τὸν Ἱεροβόαμον ἀκοῦσαι πρῶτον αὐτοῦ μεθ᾽ ἡσυχίας ἠξίωσε. [276] γενομένης δὲ σιωπῆς ἤρξατο λέγειν: ‘ὅτι μὲν τὴν ἡγεμονίαν θεὸς Δαυίδῃ καὶ τοῖς ἐκγόνοις αὐτοῦ κατένευσεν εἰς ἅπαντα χρόνον, οὐδ᾽ ὑμεῖς ἀγνοεῖτε, θαυμάζω δέ, πῶς ἀποστάντες τοὐμοῦ πατρὸς τῷ δούλῳ Ἱεροβοάμῳ προσέθεσθε καὶ μετ᾽ ἐκείνου πάρεστε νῦν ἐπὶ τοὺς ὑπὸ τοῦ θεοῦ βασιλεύειν κεκριμένους πολεμήσοντες καὶ τὴν ἀρχὴν ἀφαιρησόμενοι τὴν ὑπάρχουσαν: τὴν μὲν γὰρ πλείω μέχρι νῦν Ἱεροβόαμος ἀδίκως ἔχει. [277] ἀλλ᾽ οὐκ οἶμαι καὶ ταύτης αὐτὸν ἀπολαύσειν ἐπὶ πλείονα χρόνον, ἀλλὰ δοὺς καὶ τοῦ παρεληλυθότος δίκην τῷ θεῷ παύσεται τῆς παρανομίας καὶ τῶν ὕβρεων, ἃς οὐ διαλέλοιπεν εἰς αὐτὸν ὑβρίζων καὶ ταὐτὰ ποιεῖν ὑμᾶς ἀναπεπεικώς, οἳ μηδὲν ἀδικηθέντες ὑπὸ τοῦ πατρός, ἀλλ᾽ ὅτι μὴ πρὸς ἡδονὴν ἐκκλησιάζων ὡμίλησεν ἀνθρώπων πονηρῶν συμβουλίᾳ πεισθείς, ἐγκατελίπετε τῷ δοκεῖν ὑπ᾽ ὀργῆς ἐκεῖνον, ταῖς δ᾽ ἀληθείαις αὑτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἐκείνου νόμων ἀπεσπάσατε. [278] καίτοι συνεγνωκέναι καλῶς εἶχεν ὑμᾶς οὐ λόγων μόνον δυσκόλων ἀνδρὶ νέῳ καὶ δημαγωγίας ἀπείρῳ, ἀλλ᾽ εἰ καὶ πρός τι δυσχερὲς νεότης αὐτὸν καὶ ἀμαθία τῶν πραττομένων ἐξῆγεν ἔργον, διά τε Σολόμωνα τὸν πατέρα καὶ τὰς εὐεργεσίας τὰς ἐκείνου: παραίτησιν γὰρ εἶναι δεῖ τῆς τῶν ἐγγόνων ἁμαρτίας τὰς τῶν πατέρων εὐποιίας. [279] ὑμεῖς δ᾽ οὐδὲν τούτων ἐλογίσασθε οὔτε τότ᾽ οὔτε νῦν, ἀλλ᾽ ἧκε στρατὸς ἐφ᾽ ἡμᾶς τοσοῦτος: τίνι καὶ πεπιστευκὼς περὶ τῆς νίκης; ταῖς χρυσαῖς δαμάλεσι καὶ τοῖς ἐπὶ τῶν ὀρῶν βωμοῖς, δείγματα τῆς ἀσεβείας ἐστὶν ὑμῶν ἀλλ᾽ οὐχὶ τῆς θρησκείας; τὸ πλῆθος ὑμᾶς εὐέλπιδας ἀπεργάζεται τὴν ἡμετέραν στρατιὰν ὑπερβάλλον; [280] ἀλλ᾽ οὐδ᾽ ἥτις ἰσχὺς μυριάδων στρατοῦ μετ᾽ ἀδικημάτων πολεμοῦντος: ἐν γὰρ μόνῳ τῷ δικαίῳ καὶ πρὸς τὸ θεῖον εὐσεβεῖ τὴν βεβαιοτάτην ἐλπίδα τοῦ κρατεῖν τῶν ἐναντίων ἀποκεῖσθαι συμβέβηκεν, ἥτις ἐστὶ παρ᾽ ἡμῖν τετηρηκόσιν ἀπ᾽ ἀρχῆς τὰ νόμιμα καὶ τὸν ἴδιον θεὸν σεβομένοις, ὃν οὐ χεῖρες ἐποίησαν ἐξ ὕλης φθαρτῆς οὐδ᾽ ἐπίνοια πονηροῦ βασιλέως ἐπὶ τῇ τῶν ὄχλων ἀπάτῃ κατεσκεύασεν, ἀλλ᾽ ὃς ἔργον ἐστὶν αὑτοῦ καὶ ἀρχὴ καὶ τέλος τῶν ἁπάντων. [281] συμβουλεύω τοιγαροῦν ὑμῖν ἔτι καὶ νῦν μεταγνῶναι καὶ λαβόντας ἀμείνω λογισμὸν παύσασθαι τοῦ πολεμεῖν καὶ τὰ πάτρια καὶ τὸ προαγαγὸν ὑμᾶς ἐπὶ τοσοῦτον μέγεθος εὐδαιμονίας γνωρίσαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: