previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[181]

Τοῦ δὲ Δαυίδου προαίρεσιν ἔχοντος ἐπὶ τὸν υἱὸν Ἀψάλωμον πέμπειν, οὐκ ἐπὶ τιμωρίᾳ κατελευσόμενον, ἀλλ᾽ ὅπως εἴη σὺν αὐτῷ, καὶ γὰρ τὰ τῆς ὀργῆς ὑπὸ τοῦ χρόνου λελωφήκει, πρὸς τοῦτο μᾶλλον αὐτὸν Ἰώαβος ἀρχιστράτηγος παρώρμησε: [182] γύναιον γάρ τι τὴν ἡλικίαν ἤδη προβεβηκὸς ἐποίησεν αὐτῷ προσελθεῖν ἐν σχήματι πενθίμῳ, ὡς παίδων ἐπὶ τῆς ἀγροικίας αὐτῇ διενεχθέντων καὶ πρὸς φιλονεικίαν τραπέντων οὐδενὸς τοῦ καταπαῦσαι δυναμένου παραφανέντος ἔλεγεν ὑπὸ θατέρου τὸν ἕτερον πληγέντα ἀποθανεῖν: [183] ἠξίου τε τῶν συγγενῶν ἐπὶ τὸν ἀνῃρηκότα ὡρμηκότων καὶ ζητούντων αὐτὸν ἀνελεῖν, χαρίσασθαι τὴν σωτηρίαν αὐτῇ τοῦ παιδὸς καὶ μὴ τὰς ἐπιλοίπους τῆς γηρωκομίας ἐλπίδας προσαφαιρεθῆναι: τοῦτο δ᾽ αὐτῇ κωλύσαντα τοὺς βουλομένους ἀποκτεῖναι τὸν υἱὸν αὐτῆς παρέξειν: οὐ γὰρ ἐφέξειν ἐκείνους ἄλλῳ τινὶ τῆς σπουδῆς τῷ παρ᾽ αὐτοῦ φόβῳ. [184] τοῦ δὲ συγκαταινέσαντος οἷς τὸ γύναιον ἱκέτευσεν, ὑπολαβὸν πάλιν πρὸς τὸν βασιλέαχάρις μέν, εἶπεν, ἤδη σου τῇ χρηστότητι κατοικτείραντός μου τὸ γῆρας καὶ τὴν παρὰ μικρὸν ἀπαιδίαν, ἀλλ᾽ ἵνα βέβαια τὰ παρὰ τῆς σῆς μοι φιλανθρωπίας, τῷ σαυτοῦ παιδὶ πρῶτον καταλλάγηθι καὶ τὴν πρὸς αὐτὸν ὀργὴν ἄφες: [185] πῶς γὰρ ἂν πεισθείην ἐμοί σε ταύτην ἀληθῶς δεδωκέναι τὴν χάριν αὐτοῦ σοῦ μέχρι νῦν ἐφ᾽ ὁμοίοις ἀπεχθανομένου τῷ παιδί; [186] τελέως δ᾽ ἀνόητον εἶναι προσθεῖναι τῷ παρὰ γνώμην ἀποθανόντι υἱῷ ἄλλον ἑκουσίως.’ συνίησι δὲ βασιλεὺς ὑπόβλητον οὖσαν τὴν σκῆψιν ἐξ Ἰωάβου καὶ τῆς τούτου σπουδῆς: καὶ ἐπειδὴ παρὰ τῆς πρεσβύτιδος πυθόμενος οὕτως ἔχον τἀληθὲς ἔμαθε, προσκαλεσάμενος τὸν Ἰώαβον ἐπιτυχεῖν τε τοῦ προκειμένου κατὰ νοῦν ἔφασκε καὶ τὸν Ἀψάλωμον ἄγειν ἐκέλευεν: οὐ γὰρ ἔτι χαλεπῶς ἔχειν πρὸς αὐτόν, ἀλλ᾽ ἤδη τὴν ὀργὴν καὶ τὸν θυμὸν ἀφεικέναι. [187] δὲ προσκυνήσας τὸν βασιλέα καὶ τοὺς λόγους ἀσπασάμενος ἐξώρμησεν εἰς τὴν Γεσσούραν παραυτίκα καὶ τὸν Ἀψάλωμον παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: