previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[367]

Ταύτην οὖν ἀναλαβὼν τὴν δύναμιν ἐξώρμησεν ἐκ τῆς Ἀντιοχείας μετὰ Λυσίου πάσης τῆς στρατιᾶς ἔχοντος τὴν ἡγεμονίαν. καὶ παραγενόμενος εἰς τὴν Ἰδουμαίαν ἐκεῖθεν εἰς Βηθσοῦραν ἀναβαίνει πόλιν σφόδρα ἐχυρὰν καὶ δυσάλωτον καὶ περικαθίσας ἐπολιόρκει τὴν πόλιν. [368] ἰσχυρῶς δὲ ἀντεχόντων τῶν Βηθσουραίων καὶ τὴν παρασκευὴν αὐτοῦ τῶν μηχανημάτων ἐμπρησάντων, ἐπεξῆλθον γὰρ αὐτῷ, χρόνος ἐτρίβετο πολὺς περὶ τὴν πολιορκίαν. [369] Ἰούδας δὲ τὴν ἔφοδον τοῦ βασιλέως ἀκούσας ἀφίσταται μὲν τοῦ τὴν ἄκραν πολιορκεῖν, ἀπαντήσας δὲ τῷ βασιλεῖ βάλλεται στρατόπεδον ἐπὶ τῶν στενῶν ἔν τινι τόπῳ Βεθζαχαρίᾳ λεγομένῳ σταδίους ἀπέχοντι τῶν πολεμίων ἑβδομήκοντα. [370] δὲ βασιλεὺς ὁρμήσας ἀπὸ τῆς Βεθσούρας ἤγαγε τὴν δύναμιν ἐπὶ τὰ στενὰ καὶ τὸ τοῦ Ἰούδα στρατόπεδον, ἅμ᾽ ἡμέρᾳ δὲ πρὸς μάχην διέτασσε τὴν στρατιάν. [371] τοὺς μὲν οὖν ἐλέφαντας ἐποίησεν ἀλλήλοις ἕπεσθαι διὰ τὴν στενοχωρίαν οὐ δυναμένων αὐτῶν ἐπὶ πλάτος τετάχθαι, εἰς δὲ κύκλον ἐλέφαντος ἑκάστου συμπροῇσαν πεζοὶ μὲν χίλιοι, ἱππεῖς δὲ πεντακόσιοι: ἔφερον δὲ οἱ ἐλέφαντες πύργους τε ὑψηλοὺς καὶ τοξότας: τὴν δὲ λοιπὴν δύναμιν ἑκατέρωθεν ἐποίησεν ἀναβαίνειν ἐπὶ τὰ ὄρη φίλους αὐτῆς προτάξας. [372] κελεύσας δὲ ἀλαλάξαι τὴν στρατιὰν προσβάλλει τοῖς πολεμίοις, γυμνώσας τάς τε χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ὥστε αὐγὴν ἀπ᾽ αὐτῶν ἀφίεσθαι λαμπράν: συνεπήχει δὲ τὰ ὄρη κεκραγότων αὐτῶν. ταῦτα ὁρῶν Ἰούδας οὐ κατεπλάγη, δεξάμενος δὲ γενναίως τοὺς πολεμίους τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. [373] Ἐλεάζαρος δ᾽ ἀδελφὸς αὐτοῦ, ὃν Αὐρὸν ἐκάλουν, ἰδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων ὡπλισμένον θώραξι βασιλικοῖς καὶ νομίζων ἐπ᾽ αὐτοῦ τὸν βασιλέα εἶναι παρεβάλετο σφόδρα εὐκαρδίως ἐπ᾽ αὐτὸν ὁρμήσας, καὶ πολλοὺς μὲν τῶν περὶ τὸν ἐλέφαντα κτείνας τοὺς ἄλλους διεσκέδασεν, ὑποδὺς δὲ ὑπὸ τὴν γαστέρα καὶ πλήξας ἀπέκτεινε τὸν ἐλέφαντα. [374] δ᾽ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους. καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: