previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[99]

Ταῦτα δ᾽ αὐτῷ πράττοντι καὶ τελέως ἐκβεβληκότι τῆς διανοίας τὰ πάτρια νόμιμα κομίζεται παρ᾽ Ἠλίου τοῦ προφήτου ἐπιστολή, τὸν θεὸν ἐδήλου μεγάλην παρ᾽ αὐτοῦ ληψόμενον δίκην, ὅτι τῶν μὲν ἰδίων πατέρων μιμητὴς οὐκ ἐγένετο, τοῖς δὲ τῶν Ἰσραηλιτῶν βασιλέων κατηκολούθησεν ἀσεβήμασι καὶ συνηνάγκασε τὴν Ἰούδα φυλὴν καὶ τοὺς πολίτας Ἱεροσολύμων ἀφέντας τὴν ὁσίαν τοῦ ἐπιχωρίου θεοῦ σέβειν τὰ εἴδωλα, καθὼς καὶ Ἄχαβος τοὺς Ἰσραηλίτας ἐβιάσατο, [100] ὅτι τε τοὺς ἀδελφοὺς διεχρήσατο καὶ τοὺς ἀγαθοὺς ἄνδρας καὶ δικαίους ἀπέκτεινεν: τήν τε τιμωρίαν ἣν ἀντὶ τούτων ὑφέξειν ἔμελλεν ἐσήμαινε τοῖς γράμμασιν προφήτης, ὄλεθρον τοῦ λαοῦ καὶ φθορὰν γυναικῶν αὐτοῦ τοῦ βασιλέως καὶ τέκνων, [101] καὶ ὅτι τεθνήξεται νόσῳ τῆς νηδύος ἐπὶ πολὺ βασανισθεὶς καὶ τῶν ἐντέρων αὐτοῦ δι᾽ ὑπερβολὴν τῆς τῶν ἐντὸς διαφθορᾶς ἐκρυέντων, ὥστ᾽ αὐτὸν ὁρῶντα τὴν αὑτοῦ συμφορὰν καὶ μηδὲν βοηθῆσαι δυνάμενον ἔπειθ᾽ οὕτως ἀποθανεῖν. ταῦτα μὲν ἐδήλου διὰ τῆς ἐπιστολῆς Ἠλίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: