previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[254]

Ὑπὸ δὲ πρώτην ἀρχὴν τῆς ἡμέρας καὶ Χαιρέας καὶ οἱ σὺν αὐτῷ παρελθόντες ἐν ἐπιχειρήσει λόγων ἦσαν πρὸς τοὺς στρατιώτας. τῶν δὲ τὸ πλῆθος ὡς ὁρᾷ παύοντας αὐτοὺς ταῖς χερσὶ καὶ τοῦ εἰπεῖν οἵους τε ἄρχεσθαι, ἀνεθορύβησεν μὴ ἐφιέναι ὥστε εἰπεῖν διὰ τὸ ὡρμῆσθαι πάντας ἐπὶ τῷ μοναρχεῖσθαι, τὸν δὲ ἡγησόμενον ἐκάλουν ὡς οὐκ ἀνεξόμενοι τὰς τριβάς. [255] τῇ συγκλήτῳ δὲ ἀπορία ἄρχειν τε καὶ ὃν ἀρχθεῖεν ἂν τρόπον οὔτε δεχομένων αὐτοὺς τῶν στρατιωτῶν καὶ τῶν Γαΐου σφαγέων συγχωρεῖν τοῖς στρατιώταις οὐκ ἐφιέντων. [256] ἐν τοιούτοις δὲ ὄντων Χαιρέας τὴν ὀργὴν οὐκ ἀνασχόμενος πρὸς τὴν αἴτησιν τοῦ αὐτοκράτορος δώσειν ἐπηγγέλλετο στρατηγόν, εἴ τις αὐτῷ σημεῖον παρὰ Εὐτύχου κομίσειεν. [257] ἦν δὲ Εὔτυχος οὗτος ἡνίοχος τοῦ καλουμένου πρασίνου περισπούδαστος Γαΐῳ, καὶ περὶ τὰς οἰκοδομὰς τῶν στάσεων τοῦ περὶ ἐκεῖνον ἱππικοῦ τὸ στρατιωτικὸν ἐτρίβετο ἀτίμοις ἐργασίαις ἐπικείμενον. [258] εἰς ἅπερ Χαιρέας ὠνείδιζεν αὐτοὺς καὶ ἕτερα πολλὰ τοιαῦτα, τήν τε κεφαλὴν κομιεῖν τοῦ Κλαυδίου: δεινὸν γάρ, εἰ μετὰ μανίαν παραφροσύνῃ δώσουσι τὴν ἡγεμονίαν. [259] οὐ μὴν διετράπησάν γε ὑπὸ τῶν λόγων, ἀλλὰ σπασάμενοι τὰς μαχαίρας καὶ τὰ σημεῖα ἀράμενοι ᾤχοντο ὡς τὸν Κλαύδιον κοινωνήσοντες τοῖς ὀμνύουσιν αὐτῷ. κατελείπετο δὲ τε σύγκλητος ἐπ᾽ ἐρημίας τῶν ἀμυνούντων καὶ οἱ ὕπατοι μηδὲν ἰδιωτῶν διαφέροντες. [260] ἔκπληξίς τε καὶ κατήφεια ἦν, οὐδ᾽ ὅτι χρήσαιντο αὐτοῖς τῶν ἀνθρώπων εἰδότων διὰ τὸ ἀνηρεθίσθαι τὸν Κλαύδιον ἐπ᾽ αὐτοῖς, ἀλλήλοις τε ἐλοιδοροῦντο, καὶ μετάμελος ἦν αὐτοῖς. [261] καὶ Σαβῖνος εἷς τῶν Γαΐου σφαγέων σφάζειν πρότερον αὑτὸν ἠπείλει παρελθὼν εἰς μέσους Κλαύδιον ἄρχοντα στήσεσθαι καὶ δουλοκρατίαν ἐπόψεσθαι καταλαβοῦσαν, τόν τε Χαιρέαν εἰς φιλοψυχίαν ἐπέπλησσεν, εἰ καταφρονήσας Γαΐου πρῶτος ἀγαθὸν ὑπολαμβάνοι τὸ ζῆν τῆς ἐλευθερίας οὐδ᾽ οὕτως ἀποδοθῆναι δυναμένης τῇ πατρίδι. [262] Χαιρέας δὲ περὶ μὲν τοῦ θνήσκειν ἐνδοιαστὸν οὐδὲν φρονεῖν ἔλεγεν, βούλεσθαι μέντοι διακωδωνίζειν διάνοιαν τὴν Κλαυδίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: