previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8]

Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν εὐπόρει χρημάτων, δραστήριος δὲ ὢν τὴν φύσιν καὶ στασιαστὴς ἀλλοτρίως εἶχεν πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως διὰ τὴν πρὸς τὸν Ὑρκανὸν εὔνοιαν. [9] Νικόλαος μέντοι φησὶν Δαμασκηνὸς τοῦτον εἶναι γένος ἐκ τῶν πρώτων Ἰουδαίων τῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ἀφικομένων. ταῦτα δὲ λέγει χαριζόμενος Ἡρώδῃ τῷ παιδὶ αὐτοῦ βασιλεῖ τῶν Ἰουδαίων ἐκ τύχης τινὸς γενομένῳ, περὶ οὗ κατὰ καιρὸν δηλώσομεν. [10] οὗτος τοίνυν Ἀντίπατρος Ἀντίπας τὸ πρῶτον ἐκαλεῖτο καὶ τῷ πατρὶ αὐτοῦ τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃν Ἀλεξάνδρου τοῦ βασιλέως καὶ τῆς γυναικὸς αὐτοῦ στρατηγὸν ἀποδειξάντων ὅλης τῆς Ἰδουμαίας ποιήσασθαι φιλίαν πρὸς τοὺς ὁμοροῦντας αὐτῷ Ἄραβας καὶ Γαζαίους καὶ Ἀσκαλωνίτας λέγουσιν πολλαῖς αὐτοὺς καὶ μεγάλαις ἐξιδιωσάμενον δωρεαῖς. [11] τὴν οὖν Ἀριστοβούλου δυναστείαν νεώτερος Ἀντίπατρος ὑφορώμενος καὶ δεδιώς, μή τι πάθῃ διὰ τὸ πρὸς αὐτὸν μῖσος, ἐπισυνιστᾷ κατ᾽ αὐτοῦ κρύφα διαλεγόμενος τῶν Ἰουδαίων τοὺς δυναστεύοντας, ἄδικον εἶναι λέγων περιορᾶν Ἀριστόβουλον ἀδίκως ἔχοντα τὴν ἀρχήν, καὶ τὸν μὲν ἀδελφὸν ταύτης ἐκβεβληκότα πρεσβύτερον ὄντα, κατέχοντα δ᾽ αὐτὴν οὖσαν ἐκείνου διὰ τὸ πρεσβεῖον. [12] τούτους τε συνεχῶς πρὸς τὸν Ὑρκανὸν ποιούμενος διετέλει τοὺς λόγους, καὶ ὅτι κινδυνεύσει τῷ ζῆν, εἰ μὴ φυλάξαιτο ποιήσας αὑτὸν ἐκποδών: τοὺς γὰρ φίλους τοὺς Ἀριστοβούλου μηδένα παραλείπειν καιρὸν ἔλεγεν συμβουλεύοντας αὐτὸν ἀνελεῖν ὡς τότε βεβαίως ἕξοντα τὴν ἀρχήν. [13] τούτοις Ὑρκανὸς ἠπίστει τοῖς λόγοις φύσει χρηστὸς ὢν καὶ διαβολὴν δι᾽ ἐπιείκειαν οὐ προσιέμενος ῥᾳδίως. ἐποίει δ᾽ αὐτὸν τὸ ἄπραγμον καὶ τὸ παρειμένον τῆς διανοίας τοῖς ὁρῶσιν ἀγεννῆ καὶ ἄνανδρον δοκεῖν: τῆς δ᾽ ἐναντίας φύσεως ἦν Ἀριστόβουλος, δραστήριος καὶ διεγηγερμένος τὸ φρόνημα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: