previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[162]

Ἐπὶ δὲ τούτοις τρίτον ἐνδύεται τὸν λεγόμενον μὲν ἐφώδην, Ἑλληνικῇ δ᾽ ἐπωμίδι προσεοικότα: γίνεται γὰρ τοῦτον τὸν τρόπον. ὑφανθεὶς ἐπὶ βάθος πηχυαῖον ἔκ τε χρωμάτων παντοίων καὶ χρυσοῦ συμπεποικιλμένος ἀπερίπτυκτον τοῦ στέρνου τὸ μέσον καταλιμπάνει χειρῖσι τε ἠσκημένος καὶ τῷ παντὶ σχήματι χιτὼν εἶναι πεποιημένος. [163] τῷ δὲ διακένῳ τοῦ ἐνδύματος σύνεισι περίτμημα σπιθαμῆς τὸ μέγεθος χρυσῷ τε καὶ τοῖς αὐτοῖς τῷ ἐφώδῃ βάμμασι διηνθισμένον: ἐσσὴν μὲν καλεῖται, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑλλήνων γλῶτταν λόγιον: [164] πληροῖ δὲ ἀκριβῶς τοῦ ἐφώδου ὅπερ ὑφαίνοντες κατὰ στῆθος ἐξέλιπον, ἑνοῦται δ᾽ ὑπὸ κρίκων χρυσέων αὐτῷ τε κατὰ γωνίαν ἑκάστην κἀκείνῳ τῶν ἴσων προσκεκοινωμένων, ῥάμματος ὑακίνθου παραληφθέντος εἰς τὴν πρὸς ἀλλήλους κατάδεσιν τοῖς κρίκοις. [165] πρὸς δὲ τὸ μὴ χαλαρὸν εἶναι τὸ ἐν μέσῳ τῶν κρίκων καταλιμπανόμενον ῥαφὴν αὐτοῦ νήμασιν ὑακινθίνοις ἐπενόησαν. πορποῦσι δὲ τὴν ἐπωμίδα σαρδόνυχες δύο κατὰ τῶν ὤμων ἑκάτερον τέλος ἐπ᾽ αὐτοὺς ἐπιθέον χρύσεον ἔχοντες πρὸς τὸ ταῖς περονίσιν ἐπιτήδειον εἶναι. [166] ἐγγέγραπται δὲ τούτοις τῶν Ἰακώβου παίδων τὰ ὀνόματα γράμμασιν ἐπιχωρίοις γλώσσῃ τῇ ἡμετέρᾳ κατὰ ἓξ τῶν λίθων ἑκατέρῳ, οἱ πρεσβύτεροι δ᾽ εἰσὶ κατὰ ὦμον τὸν δεξιόν. ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντες: [167] οὗτοι μέντοι κατὰ στίχον τρεῖς ἐπὶ τεσσάρων διακείμενοι γραμμῶν ἐνήσκηνται τῷ ὕφει, χρυσὸς δ᾽ αὐτοὺς ἐκπεριέρχεται τὰς ἕλικας ἐντιθεὶς τῷ ὕφει πρὸς τὸ μὴ διαρρεῖν οὕτως πεποιημένος. [168] καὶ μὲν πρώτη τριάς ἐστι σαρδόνυξ τόπαζος σμάραγδος, δευτέρα δὲ ἄνθρακα παρέχεται καὶ ἴασπιν καὶ σάπφειρον, τῆς δὲ τρίτης λίγυρος μὲν ἄρχει εἶτα ἀμέθυσος ἀχάτης δὲ τρίτος ἔνατος ὢν τοῖς πᾶσι, τετάρτου δὲ στίχου χρυσόλιθος μὲν πρόκειται, μετὰ δὲ αὐτὸν ὄνυξ, εἶτα βήρυλλος, τελευταῖος οὗτος. [169] γράμματα δὲ ἐπετέτμητο πᾶσι τῶν Ἰακώβου υἱῶν, οὓς καὶ φυλάρχους νομίζομεν, ἑκάστου τῶν λίθων ὀνόματι τετιμημένου κατὰ τάξιν ἣν ἕκαστον αὐτῶν γενέσθαι συμβέβηκε. [170] τῶν οὖν κρίκων ἀσθενῶν ὄντων κατ᾽ αὐτοὺς ἐνεγκεῖν τὸ βάρος τῶν λίθων ἑτέρους δύο κρίκους μείζονας τῇ πέζῃ τοῦ ἐσσήνου ᾗπερ ἀνήκει πρὸς τὸν τράχηλον ἐμβεβηκότας τῷ ὑφάσματι ποιοῦσι, δεξομένους ἁλύσεις εἰργασμένας, αἳ συνῆσαν κατ᾽ ἄκρον τῶν ὤμων σειραῖς ἐκ χρυσοῦ πεπλεγμέναις συνάπτουσαι, ὧν τὸ ἄκρον ἀνεστραμμένον ἐνέβαινε κρίκῳ προέχοντι τῆς νωτιαίας πέζης τοῦ ἐφώδου. [171] καὶ τοῦτο ἦν ἀσφάλεια τῷ ἐσσήνῃ πρὸς τὸ μὴ περιρρεῖν, ζώνη δὲ τῷ ἐσσήνῃ προσέρραπτο βάμμασιν οἷς προεῖπον μετὰ χρυσίου προσφερής, περιοδεύσασα δεῖται πάλιν ἐπὶ τῇ ῥαφῇ καὶ κατακρεμνᾶται: τοὺς δὲ θυσάνους χρύσεαι σύριγγες καθ᾽ ἑκατέραν ἄκραν ἐκλαβοῦσαι πάντας ἐμπεριέχουσιν αὗται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: