previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[260]

Ὅσοι δ᾽ ἂν τῶν νέων περιφρονῶσι τοὺς γονεῖς καὶ τὴν τιμὴν αὐτοῖς μὴ νέμωσιν δι᾽ αἰσχύνην διὰ σύνεσιν ἐξυβρίζοντες εἰς αὐτούς, πρῶτον μὲν λόγοις αὐτοὺς νουθετείτωσαν οἱ πατέρες, αὐτάρκεις γὰρ ἐφ᾽ υἱάσιν οὗτοι δικασταί, [261] συνελθεῖν μὲν ἀλλήλοις οὐχ ἡδονῆς ἕνεκα λέγοντες οὐδὲ τῆς τῶν χρημάτων αὐξήσεως κοινῶν τῶν ἑκατέροις ὑπαρχόντων γενομένων, ἀλλ᾽ ὅπως παίδων τύχωσιν, οἳ γηρωκομήσουσιν αὐτοὺς καὶ ὧν ἂν δέωνται παρ᾽ αὐτῶν ἕξουσι, ‘γενόμενόν τε μετὰ χαρᾶς καὶ τοῦ τῷ θεῷ χάριν εἰδέναι τὴν μεγίστην ἀράμενοι διὰ σπουδῆς ἀνεθρέψαμεν μηδενὸς φειδὼ ποιούμενοι τοῦ καὶ δόξαντος εἰς σωτηρίαν τὴν σὴν καὶ παιδείαν τῶν ἀρίστων εἶναι χρησίμου. [262] νῦν δέ, συγγνώμην γὰρ χρὴ νέμειν ἐφ᾽ ἁμαρτήμασι νέων, ἀπόχρη σοι ὅσα τῆς εἰς ἡμᾶς τιμῆς ὠλιγώρησας, καὶ μεταβαλοῦ πρὸς τὸ σωφρονέστερον λογισάμενος καὶ τὸν θεὸν ἐπὶ τοῖς εἰς πατέρας τολμωμένοις χαλεπῶς ἔχειν, ὅτι καὶ αὐτὸς πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ἐστὶ καὶ συνατιμοῦσθαι δοκεῖ τοῖς τὴν αὐτὴν αὐτῷ προσηγορίαν ἔχουσιν οὐχ ὧν προσῆκεν αὐτοῖς παρὰ τῶν παίδων τυγχανόντων, καὶ νόμος κολαστὴς γίνεται τῶν τοιούτων ἀπαραίτητος, οὗ σὺ μὴ πειραθείης.’ [263] κἂν μὲν τούτοις θεραπεύηται τὸ τῶν νέων αὔθαδες, ἀπαλλαττέσθωσαν τῶν ἐπὶ τοῖς ἠγνοημένοις ὀνειδῶν. οὕτως γὰρ ἂν τε νομοθέτης ἀγαθὸς εἴη καὶ οἱ πατέρες εὐτυχεῖς οὐκ ἐπιδόντες οὔτε υἱὸν κολαζόμενον οὔτε θυγατέρα. [264] οὐδ᾽ ἂν οἱ λόγοι καὶ παρ᾽ αὐτῶν διδασκαλία τοῦ σωφρονεῖν τὸ μηδὲν εἶναι φανῶσιν, ἐχθροὺς δ᾽ ἀσπόνδους αὑτῷ ποιῇ τοὺς νόμους τοῖς συνεχέσι κατὰ τῶν γονέων τολμήμασι, προαχθεὶς ὑπ᾽ αὐτῶν τούτων ἔξω τῆς πόλεως τοῦ πλήθους ἑπομένου καταλευέσθω καὶ μείνας δι᾽ ὅλης τῆς ἡμέρας εἰς θέαν τὴν ἁπάντων θαπτέσθω νυκτός. [265] οὕτως δὲ καὶ οἱ ὁπωσοῦν ὑπὸ τῶν νόμων ἀναιρεθῆναι κατακριθέντες. θαπτέσθωσαν δὲ καὶ οἱ πολέμιοι καὶ νεκρὸς μηδὲ εἷς ἄμοιρος γῆς κείσθω περαιτέρω τοῦ δικαίου τιμωρίαν ἐκτίνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: