previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[266]

Ταῦτα δ᾽ ἔμελλεν οὐκ εἰς μακρὰν τἀσεβήματα καὶ τὴν ὑπὲρ αὐτῶν δίκην εἰς τὴν αὐτοῦ κεφαλὴν καὶ πάσης αὐτοῦ τῆς γενεᾶς τρέψειν τὸ θεῖον. κάμνοντος δ᾽ αὐτῷ κατ᾽ ἐκεῖνον τὸν καιρὸν τοῦ παιδός, ὃν Ὀβίμην ἐκάλουν, τὴν γυναῖκα αὐτοῦ προσέταξε τὴν στολὴν ἀποθεμένην καὶ σχῆμα λαβοῦσαν ἰδιωτικὸν πορευθῆναι πρὸς Ἀχίαν τὸν προφήτην: [267] εἶναι γὰρ θαυμαστὸν ἄνδρα περὶ τῶν μελλόντων προειπεῖν: καὶ γὰρ περὶ τῆς βασιλείας αὐτῷ τοῦτον δεδηλωκέναι: παραγενομένην δ᾽ ἐκέλευσε περὶ τοῦ παιδὸς ἀνακρίνειν ὡς ξένην, εἰ διαφεύξεται τὴν νόσον. δὲ μετασχηματισαμένη, καθὼς αὐτῇ προσέταξεν ἀνήρ, ἧκεν εἰς Σιλὼ πόλιν: ἐκεῖ γὰρ διέτριβεν Ἀχίας. [268] καὶ μελλούσης εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιέναι τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας ἐπιφανεὶς θεὸς ἀμφότερα αὐτῷ μηνύει τήν τε Ἱεροβοάμου γυναῖκα πρὸς αὐτὸν ἀφιγμένην καὶ τί δεῖ περὶ ὧν πάρεστιν ἀποκρίνασθαι. [269] παριούσης δὲ τῆς γυναικὸς εἰς τὴν οἰκίαν ὡς ἰδιώτιδος καὶ ξένης ἀνεβόησενεἴσελθε, γύναι Ἱεροβοάμου: τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις, ὃς ἀφιξομένην τέ μοι ἐδήλωσε καὶ προσέταξε τίνας ποιήσομαι τοὺς λόγους. ἀπελθοῦσα οὖν πρὸς τὸν ἄνδρα φράζε αὐτῷ ταῦτα λέγειν: [270] ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαυίδου γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατασκευάσας ἐκείνους τιμᾷς, οὕτω σε πάλιν καθαιρήσω καὶ πᾶν ἐξολέσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν ποιήσω γενέσθαι. [271] βασιλεὺς γὰρ ἐξεγείρεθ᾽ ὑπ᾽ ἐμοῦ τοῦ λαοῦ παντός, ὃς οὐδένα ὑπολείψει τοῦ Ἱεροβοάμου γένους: μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς καὶ διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, ὅτι τοῖς τοῦ βασιλέως ἀσεβήμασι κατηκολούθησε καὶ τοὺς ὑπ᾽ αὐτοῦ γενομένους προσκυνεῖ θεοὺς τὴν ἐμὴν θυσίαν ἐγκαταλιπόν. [272] σὺ δέ, γύναι, ταῦτα ἀπαγγέλλουσα σπεῦδε πρὸς τὸν ἄνδρα. τὸν δὲ υἱὸν καταλήψῃ τεθνηκότα: σοῦ γὰρ εἰσιούσης εἰς τὴν πόλιν ἀπολείψει τὸ ζῆν αὐτόν. ταφήσεται δὲ κλαυθεὶς ὑπὸ τοῦ πλήθους παντὸς κοινῷ τιμηθεὶς πένθει: καὶ γὰρ μόνος τῶν ἐκ τοῦ Ἱεροβοάμου γένους ἀγαθὸς οὗτος ἦν.’ [273] ταῦτ᾽ αὐτοῦ προφητεύσαντος ἐκπηδήσασα γυνὴ τεταραγμένη καὶ τῷ τοῦ προειρημένου παιδὸς θανάτῳ περιαλγής, θρηνοῦσα διὰ τῆς ὁδοῦ καὶ τὴν μέλλουσαν τοῦ τέκνου κοπτομένη τελευτὴν ἀθλία τοῦ πάθους ἠπείγετο κακοῖς ἀμηχάνοις καὶ σπουδῇ μὲν ἀτυχεῖ χρωμένη διὰ τὸν υἱὸν αὐτῆς, ἔμελλε γὰρ αὐτὸν ἐπειχθεῖσα θᾶττον ὄψεσθαι νεκρόν, ἀναγκαίᾳ δὲ διὰ τὸν ἄνδρα. καὶ παραγενομένη τὸν μὲν ἐκπεπνευκότα καθὼς εἶπεν προφήτης εὗρε, τῷ δὲ βασιλεῖ πάντα ἀπήγγειλεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: