previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[430]

Ταῦτ᾽ εἰποῦσα μετ᾽ οὐ πολὺ ἐτελεύτησεν βασιλεύσασα ἔτη ἐννέα, τὰ δὲ σύμπαντα βιώσασα τρία καὶ ἑβδομήκοντα, γυνὴ τῷ ἀσθενεῖ τοῦ φύλου κατ᾽ οὐδὲν χρησαμένη: δεινὴ γὰρ εἰς τὸ φίλαρχον ἐν ταῖς μάλιστα γενομένη διήλεγξεν ἔργοις τό τε πρακτικὸν τῆς ἐν αὐτῇ γνώμης καὶ τὸ ἀσύνετον τῶν ἀεὶ πταιόντων περὶ τὰς δυναστείας ἀνδρῶν. [431] τὸ γὰρ παρὸν κρεῖττον ἀξιοῦσα τοῦ μέλλοντος καὶ πάντα δεύτερα τιθεμένη τοῦ ἐγκρατῶς ἄρχειν, οὔτε καλοῦ οὔτε δικαίου ἕνεκά γε τούτων ἐπεστρέφετο. [432] εἰς γοῦν τοῦτο τῷ οἴκῳ ἀτυχίας τὰ πράγματα περιέστησεν, ὥσθ᾽ ἣν μετὰ πλείστων κινδύνων καὶ ταλαιπωρίας περιεκτήσατο δυναστείαν ἐπιθυμίᾳ τῶν μὴ προσηκόντων γυναικὶ χρόνοις οὐ πολλοῖς ὕστερον ἀφαιρεθῆναι, τοῖς μὲν δυσμενῶς ἔχουσιν πρὸς τὸ γένος αὐτῶν τὴν αὐτὴν γνώμην προσθεῖσα, τὴν δὲ ἀρχὴν ἔρημον τῶν προκηδομένων ποιησαμένη. [433] καὶ ξυμφορῶν δὲ ἐνέπλησε καὶ ταραχῆς ἐξ ὧν ζῶσα ἐπολιτεύσατο καὶ μετὰ τὴν τελευτὴν τὸ βασίλειον: οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἄρξασα ἐν εἰρήνῃ καὶ ἀταραξίᾳ τὸ ἔθνος διεφύλαξεν. τὰ μὲν οὖν περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν τοῦτο εἶχεν τὸ τέλος: ἔρχομαι δὲ λέξων τὰ τοῖς υἱέσιν αὐτῆς συμβεβηκότα Ἀριστοβούλῳ καὶ Ὑρκανῷ μετὰ τὴν ἐκείνης τελευτὴν ἐν τῇ μετὰ ταύτην μου βίβλῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: