previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[106]

Ἐπεὶ δὲ πάντα διακοσμήσαντες οἱ ἱερεῖς τὰ περὶ τὴν κιβωτὸν ἐξῆλθον, ἄφνω πίλημα νεφέλης οὐ σκληρὸν οὐδ᾽ οἷον ὥρᾳ χειμῶνος ὑετοῦ γέμον ἵσταται κεχυμένον δὲ καὶ κεκραμένον εἰς τὸν ναὸν εἰσερρύη, καὶ ταῖς μὲν ὄψεσι τῶν ἱερέων ὡς μὴ καθορᾶν ἀλλήλους ἐπεσκότει, ταῖς δὲ διανοίαις ταῖς ἁπάντων φαντασίαν καὶ δόξαν παρεῖχεν ὡς τοῦ θεοῦ κατεληλυθότος εἰς τὸ ἱερὸν καὶ κατεσκηνωκότος ἡδέως ἐν αὐτῷ. [107] καὶ οἱ μὲν ἐπὶ ταύτης εἶχον αὑτοὺς τῆς ἐννοίας δὲ βασιλεὺς Σολόμων ἐξεγερθείς, ἔτυχε γὰρ καθεζόμενος, ἐποιήσατο λόγους πρὸς τὸν θεόν, οὓς τῇ θείᾳ φύσει πρέποντας ὑπελάμβανε καὶ καλῶς εἶχεν αὐτῷ λέγειν: ‘σοὶ γάρ, εἶπεν, οἶκον μὲν αἰώνιον, δέσποτα, καὶ ἄξιον αὑτῷ εἰργάσω γεγονότα τὸν οὐρανὸν οἴδαμεν καὶ ἀέρα καὶ γῆν καὶ θάλασσαν, δι᾽ ὧν ἁπάντων οὐδὲ τούτοις ἀρκούμενος κεχώρηκας, [108] τοῦτον δέ σοι κατεσκεύακα τὸν ναὸν ἐπώνυμον, ὡς ἂν ἀπ᾽ αὐτοῦ σοι τὰς εὐχὰς θύοντες καὶ καλλιεροῦντες ἀναπέμπωμεν εἰς τὸν ἀέρα καὶ πεπεισμένοι διατελοίημεν, ὅτι πάρει καὶ μακρὰν οὐκ ἀφέστηκας οὐδὲ σαυτῶ: τῷ μὲν γὰρ πάντ᾽ ἐφορᾶν καὶ πάντ᾽ ἀκούειν οὐδὲ νῦν ὅπου σοι θέμις οἰκῶν ἀπολείπεις τοῦ πᾶσιν ἔγγιστα εἶναι, μᾶλλον δ᾽ ἑκάστῳ καὶ βουλευομένῳ καὶ διὰ νυκτὸς καὶ ἡμέρας συμπάρει.’ [109] ταῦτα ἐπιθειάσας πρὸς τὸν θεὸν ἀπέστρεψεν εἰς τὸ πλῆθος τοὺς λόγους ἐμφανίζων τοῦ θεοῦ τὴν δύναμιν αὐτοῖς καὶ τὴν πρόνοιαν, ὅτι Δαυίδῃ τῷ πατρὶ περὶ τῶν μελλόντων ἅπαντα καθὼς ἀποβέβηκεν ἤδη τὰ πολλὰ καὶ γενήσεται τὰ λείποντα δηλώσειε, καὶ ὡς αὐτὸς ἐπιθείη τὸ ὄνομα μήπω γεγεννημένῳ καὶ [110] τίς μέλλοι καλεῖσθαι προείποι καὶ ὅτι τὸν ναὸν οὗτος οἰκοδομήσει αὐτῷ βασιλεὺς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος: βλέποντας κατὰ τὴν ἐκείνου προφητείαν ἐπιτελῆ τὸν θεὸν εὐλογεῖν ἠξίου καὶ περὶ μηδενὸς ἀπογινώσκειν ὧν ὑπέσχηται πρὸς εὐδαιμονίαν ὡς οὐκ ἐσομένου πιστεύοντας ἐκ τῶν ἤδη βλεπομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: