previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[102]

Μετ᾽ οὐ πολὺ δὲ στρατὸς Ἀράβων τῶν ἔγγιστα τῆς Αἰθιοπίας κατοικούντων καὶ τῶν ἀλλοφύλων εἰς τὴν Ἰωράμου βασιλείαν ἐνέβαλε καὶ τήν τε χώραν διήρπασαν καὶ τὸν οἶκον τοῦ βασιλέως, ἔτι δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξαν καὶ τὰς γυναῖκας. εἷς δὲ αὐτῷ περιλείπεται τῶν παίδων διαφυγὼν τοὺς πολεμίους Ὀχοζίας ὄνομα. [103] μετὰ δὲ ταύτην τὴν συμφορὰν αὐτὸς τὴν προειρημένην ὑπὸ τοῦ προφήτου νόσον ἐπὶ πλεῖστον νοσήσας χρόνον, ἐπέσκηψε γὰρ εἰς τὴν γαστέρα τὸ θεῖον αὐτοῦ τὴν ὀργήν, ἐλεεινῶς ἀπέθανεν ἐπιδὼν αὐτοῦ τὰ ἐντὸς ἐκρυέντα. περιύβρισε δ᾽ αὐτοῦ καὶ τὸν νεκρὸν λαός: [104] λογισάμενος γὰρ οἶμαι τὸν οὕτως ἀποθανόντα κατὰ μῆνιν θεοῦ μηδὲ κηδείας τῆς βασιλεῦσι πρεπούσης ἄξιον εἶναι τυχεῖν, οὔτε ταῖς πατρῴαις ἐνεκήδευσεν αὐτὸν θήκαις οὔτε ἄλλης τιμῆς ἠξίωσεν, ἀλλ᾽ ὡς ἰδιώτην ἔθαψε, βιώσαντα μὲν ἔτη τεσσαράκοντα, βασιλεύσαντα δὲ ὀκτώ. παραδίδωσι δὲ τὴν ἀρχὴν δῆμος τῶν Ἱεροσολυμιτῶν τῷ παιδὶ αὐτοῦ Ὀχοζίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: