previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[140]

Ἐλθὼν δὲ καὶ Ἀντίγονος Ἀριστοβούλου πρὸς Καίσαρα τήν τε τοῦ πατρὸς ἀπωδύρετο τύχην καὶ ὡς δι᾽ αὐτὸν ἀποθάνοι φαρμάκοις ἀναιρεθεὶς Ἀριστόβουλος καὶ ἀδελφὸς αὐτοῦ κτείναντος πελέκει Σκιπίωνος, ἐδεῖτό τε λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, Ὑρκανοῦ δὲ ἐπὶ τούτοις καὶ Ἀντιπάτρου κατηγόρει βιαίως ἐξηγουμένων τοῦ ἔθνους καὶ εἰς αὐτὸν παρανομησάντων. [141] παρὼν δ᾽ Ἀντίπατρος ἀπελογεῖτο μὲν ὑπὲρ ὧν ἑώρα τὴν κατηγορίαν κατ᾽ αὐτοῦ γεγενημένην, νεωτεριστὰς δ᾽ ἀπέφαινε τοὺς περὶ τὸν Ἀντίγονον καὶ στασιώδεις, ὅσα τε πονήσειεν αὐτὸς καὶ συνεργήσειεν ὑπεμίμνησκεν ἐπὶ τοῖς στρατεύμασιν * ποιούμενος τοὺς λόγους ὧν αὐτὸς ἦν μάρτυς. [142] δικαίως τε ἔλεγεν Ἀριστόβουλον μὲν εἰς Ῥώμην ἀνάσπαστον γεγονέναι πολέμιον ἀεὶ καὶ μηδέποτε εὔνουν ὑπάρξαντα Ῥωμαίοις, τὸν δ᾽ ἀδελφὸν αὐτοῦ κολασθέντα ἐπὶ λῃστείᾳ ὑπὸ Σκιπίωνος τυχεῖν ὧν ἄξιος ἦν, ἀλλ᾽ οὐ κατὰ βίαν καὶ ἀδικίαν τοῦτο παθεῖν τοῦ δράσαντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: