previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[147]

Διὰ μὲν δὴ ταῦτα ἐπὶ τῆς Ἰουδαίας πλέων ᾤχετο κακοπραγῶν καὶ τεταπεινωμένος ὀλέθρῳ τε ὧν εἶχεν χρημάτων καὶ ἀπορίᾳ τοῦ ἐκτίσοντος τὰ χρέα τοῖς δανεισταῖς πολλοῖς τε οὖσιν καὶ ἀλεωρὰν οὐδ᾽ ἡντινοῦν ἐνδιδοῦσιν, ὥστε ἀπορίᾳ τῶν ποιητέων καὶ αἰσχύνῃ τῇ ἐπ᾽ αὐτοῖς ὑποχωρήσας εἴς τινα πύργον ἐν Μαλάθοις τῆς Ἰδουμαίας ἐν περινοίᾳ τοῦ μεταστήσοντος αὑτὸν ἦν. [148] αἰσθάνεται δ᾽ αὐτοῦ τὴν διάνοιαν Κύπρος γυνὴ παντοία τε ἦν ἀπείργουσα τῶν ἐπὶ τοιούτοις βουλευμάτων. διαπέμπεται δὲ καὶ ὡς τὴν ἀδελφὴν αὐτοῦ Ἡρωδιάδα Ἡρώδῃ τῷ τετράρχῃ συνοικοῦσαν γράμματα, δηλοῦσα τό τε ἐπὶ τοιούτοις τοῦ Ἀγρίππα προβουλεῦσαν καὶ τὴν ἀνάγκην, ἐπ᾽ αὐτὰ ἐξήγαγεν: [149] ἐκέλευέν τε συγγενῆ οὖσαν βοηθεῖν θεωροῦσαν, ὡς αὐτὴ παντοίως ὡς κουφίζοι τὸν ἄνδρα καὶ ταῦτα ἐξ ὁμοίων ἀφορμῶν. οἱ δὲ μεταπέμψαντες αὐτὸν οἰκητήριον ἀπέδειξαν Τιβεριάδα καί τι καὶ ἀργύριον ὥρισαν εἰς τὴν δίαιταν, ἀγορανομίᾳ τε τῆς Τιβεριάδος ἐτίμησαν. [150] οὐ μὴν ἐπὶ πλεῖόν γε Ἡρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐδ᾽ ὣς ἀρκοῦντα ἦν: ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος Ἀγρίππας τοῦ Ἡρώδου τε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ Ῥώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον: Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: