previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39]

Τελευτᾷ δὲ καὶ Φραάτης Παρθυαίων βασιλεὺς κατὰ τοῦτον τὸν χρόνον ἐπιβουλῆς αὐτῷ γενομένης ὑπὸ Φραατάκου τοῦ υἱέος κατὰ τοιαύτην αἰτίαν. [40] Φραάτης παίδων αὐτῷ γενομένων γνησίων Ἰταλικῆς παιδίσκης * ὄνομα αὐτῇ Θεσμοῦσα. ταύτῃ ὑπὸ Ἰουλίου Καίσαρος μετ᾽ ἄλλων δωρεῶν ἀπεσταλμένῃ τὸ μὲν πρῶτον παλλακίδι ἐχρῆτο, καταπλαγεὶς δὲ τῷ πολλῷ τῆς εὐμορφίας προϊόντος τοῦ χρόνου καὶ παιδὸς αὐτῇ τοῦ Φραατάκου γενομένου γαμετήν τε τὴν ἄνθρωπον ἀποφαίνεται καὶ τιμίαν ἦγεν. [41] ἐπὶ πᾶσιν οἷς εἴποι πιθανὴ τῷ βασιλεῖ γεγονυῖα καὶ σπεύδουσα τῷ παιδὶ τῷ αὐτῆς γενέσθαι τὴν Πάρθων ἡγεμονίαν ἑώρα μὴ ἄλλως γενησομένην μὴ ἀποσκευῆς αὐτῇ μηχανηθείσης τῶν γνησίων τοῦ Φραάτου παίδων. [42] πείθει οὖν αὐτὸν ἐκπέμπειν εἰς Ῥώμην ἐφ᾽ ὁμηρείᾳ τοὺς γνησίους παῖδας. καὶ οὗτοι μέν, οὐ γὰρ ἀντειπεῖν εὔπορον Φραάτῃ τοῖς Θεσμούσης ἐπιτάγμασιν, ἐπὶ τῆς Ῥώμης ἐξεπέμποντο. Φραατάκης δὲ μόνος ἐπὶ τοῖς πράγμασι τρεφόμενος δεινὸν ἡγεῖτο καὶ ἅμα χρόνιον τοῦ πατρὸς διδόντος τὴν ἀρχὴν λαμβάνειν, ὥστε ἐπεβούλευε τῷ πατρὶ συμπράξει τῆς μητρός, δὴ καὶ συνιέναι λόγος εἶχεν αὐτόν. [43] καὶ δι᾽ ἀμφότερα μισηθεὶς οὐδὲν ἡσσόνως τῆς πατροκτονίας τὸ μῦσος τοῦ μητρὸς ἔρωτος τιθεμένων τῶν ὑπηκόων, στάσει περιελαθεὶς πρότερον φῦναι μέγας ἐξέπεσε τῶν πραγμάτων καὶ οὕτως θνήσκει. [44] συμφρονήσαντες δὲ οἱ γενναιότατοι Πάρθων, ὡς ἀβασιλεύτοις μὲν ἀμήχανον πολιτεύεσθαι, οἱ δὲ τοῦ βασιλεύοντος ἐκ τοῦ γένους τῶν Ἀρσακιδῶν, οὐ γὰρ ἑτέροις ἄρχειν νόμιμον, ἀπέχρη δὲ πολλάκις καὶ μέχρι νῦν περιυβρίσθαι τὴν βασιλείαν ἔκ τε γάμων τῆς Ἰταλικῆς παλλακίδος καὶ γενέσεων, Ὀρώδην ἐκάλουν πρεσβεύσαντες εἰς δάν, ἄλλως μὲν ἐπίφθονον τῷ πλήθει καὶ ὑπαίτιον καθ᾽ ὑπερβολὰς ὠμότητος, πάνυ γὰρ ἦν σκαιὸς καὶ δυσδιάθετος εἰς ὀργήν, ἕνα δὲ τῶν ἐκ τοῦ γένους. [45] τοῦτον μὲν δὴ συστάντες ἀποκτείνουσιν, ὡς μὲν ἔνιοί φασιν, ἐν σπονδαῖς καὶ τραπέζαις, μαχαιροφορεῖν γὰρ ἔθος ἅπασιν, ὡς δ᾽ πλείων κατέχει λόγος, εἰς θήραν προαγαγόντες. [46] πρεσβεύσαντες δὲ εἰς Ῥώμην ᾐτοῦντο βασιλέα τῶν ὁμηρευόντων, καὶ πέμπεται Βονώνης προκριθεὶς τῶν ἀδελφῶν: ἐδόκει γὰρ χωρεῖν τὴν τύχην, ἣν αὐτῷ δύο μέγισται τῶν ὑπὸ τὸν ἥλιον ἡγεμονίαι προσέφερον, ἰδία καὶ ἀλλοτρία. [47] ταχεῖα δ᾽ ἀνατροπὴ τοὺς βαρβάρους ὕπεισιν ἅτε καὶ φύσει σφαλεροὺς ὄντας πρός τε τὴν ἀναξιοπάθειαν, ἀνδραπόδῳ γὰρ ἀλλοτρίῳ ποιήσειν τὸ προστασσόμενον ἠξίουν, τὴν ὁμηρείαν ἀντὶ δουλείας ὀνομάζοντες, καὶ τῆς ἐπικλήσεως τὴν ἀδοξίαν: οὐ γὰρ ἂν πολέμου δικαίῳ δεδόσθαι τὸν βασιλεύσοντα Πάρθοις, ἀλλά, τῷ παντὶ χεῖρον, εἰρήνης ὕβρει. [48] παραχρῆμα δ᾽ ἐκάλουν Ἀρτάβανον Μηδίας βασιλεύοντα γένος Ἀρσακίδην: πείθεται δ᾽ Ἀρτάβανος καὶ μετὰ στρατιᾶς ἔπεισιν. ὑπαντιάζει δ᾽ αὐτῷ Βονώνης: καὶ τὸ μὲν πρῶτον συμφρονήσαντος αὐτῷ τοῦ πλήθους τῶν Πάρθων παραταξάμενος νικᾷ, καὶ φεύγει πρὸς τοὺς ὅρους τῆς Μηδίας Ἀρτάβανος. [49] μετ᾽ οὐ πολὺ δὲ συναγαγὼν συμβάλλει τε Βονώνῃ καὶ νικᾷ, καὶ Βονώνης εἰς Σελεύκειαν ἀφιππάζεται σὺν ὀλίγοις τοῖς περὶ αὐτόν. Ἀρτάβανος δὲ πολὺν τῇ τροπῇ φόνον ἐργασάμενος ὑπὲρ ἐκπλήξεως τῶν βαρβάρων πρὸς Κτησιφῶντα μετὰ τοῦ πλήθους ἀναχωρεῖ. [50] κἀκεῖνος μὲν ἐβασίλευεν ἤδη Πάρθοις, Βονώνης δ᾽ εἰς Ἀρμενίαν διαπίπτει, καὶ κατ᾽ ἀρχὰς μὲν ἐφίετο τῆς χώρας καὶ πρὸς Ῥωμαίους ἐπρέσβευεν. [51] ὡς δ᾽ αὐτῷ Τιβέριος μὲν ἀπεῖπεν πρός τε τὴν ἀνανδρίαν καὶ τοῦ Πάρθου τὰς ἀπειλάς, ἀναπρεσβεύει γὰρ δὴ πόλεμον ἀνατεινόμενος, μηχανὴ δ᾽ ἦν ἑτέρας βασιλείας οὐδεμία, καὶ γὰρ οἱ περὶ Νιφάτην δυνατοὶ τῶν Ἀρμενίων Ἀρταβάνῳ προστίθενται, [52] παραδίδωσιν αὑτὸν Σιλανῷ τῷ τῆς Συρίας στρατηγῷ. κἀκεῖνος μὲν κατὰ αἰδῶ τῆς ἐν Ῥώμῃ κομιδῆς ἐν Συρίᾳ παρεφυλάσσετο: τὴν δὲ Ἀρμενίαν Ὀρώδῃ δίδωσιν Ἀρτάβανος ἑνὶ τῶν ἑαυτοῦ παίδων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: