previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[261]

Ἀρχέλαος δὲ τῶν Καππαδόκων βασιλεύς, ὡς ἐπύθετο τὰ κατὰ τὸν Ἡρώδην, ἀγωνιῶν τε ὑπὲρ τῆς θυγατρὸς καὶ τοῦ νεανίσκου καὶ συναλγῶν ἀνδρὶ φίλῳ τῆς ἐπὶ τοσόνδε ταραχῆς, ἧκεν οὐκ ἐν παρέργῳ θέμενος τὰ πράγματα. [262] καὶ καταλαβὼν οὕτως ἔχοντα τὸ μὲν ἐπιτιμᾶν φάναι γενέσθαι τι προπετὲς αὐτῷ τελέως ἀνοίκειον εἰς τὸν καιρὸν ἡγήσατο: φιλονεικήσειν γὰρ κεκακωμένον καὶ μᾶλλον ἀπολογεῖσθαι σπεύδοντα πλείονος ὀργῆς ἀναπλησθήσεσθαι: [263] μετῄει δὲ τάξιν ἑτέραν τὴν ἐπανόρθωσιν τῶν ἠτυχημένων, ὀργιζόμενος τῷ νεανίσκῳ κἀκεῖνον ἐπιεικῆ λέγων τῷ μηδὲν ἐκ προπετείας ἐργάσασθαι, τόν τε γάμον διαλύσειν ἔφη πρὸς τὸν Ἀλέξανδρον, καὶ μηδ᾽ ἂν τῆς θυγατρὸς φείσασθαι, εἴ τι συνειδυῖα τούτῳ οὐ κατεμήνυσεν. [264] τοιούτου δ᾽ ὄντος οὐ κατὰ προσδοκίαν ὧν Ἡρώδης ᾤετο, τὸ δὲ πλέον ὑπὲρ αὐτοῦ τὴν ὀργὴν ἐπιδεικνυμένου, μετέπιπτεν βασιλεὺς τῆς χαλεπότητος καὶ λαβὼν ἐκ τοῦ δικαίου δοκεῖν τὰ πεπραγμένα πεποιηκέναι κατὰ μικρὸν εἰς τὸ τοῦ πατρὸς ἀντιμεθίστατο πάθος. [265] οἰκτρὸς δ᾽ ἦν ἐν ἀμφοτέροις, ὅτε μὲν ἀπελύοντό τινες τὰς τοῦ νεανίσκου διαβολὰς εἰς ὀργὴν ἐκταραττόμενος, ἐπειδὴ δὲ Ἀρχέλαος συγκατηγόρει, πρὸς δάκρυα καὶ λύπην οὐκ ἀπαθῆ μεθιστάμενος: ἐδεῖτο γοῦν ἐκείνου μήτε διαλύειν τὸν γάμον ὀργῆς τε ἔλαττον ἔχειν ἐφ᾽ οἷς νεανίσκος ἠδίκησεν. [266] Ἀρχέλαος δὲ παραλαβὼν ἐπιεικέστερον εἴς τε τοὺς φίλους μετέφερεν τὰς διαβολάς, ἐκείνων εἶναι λέγων νέον ὄντα καὶ κακοηθείας ἀναίσθητον διαφθεῖραι, τόν τε ἀδελφὸν αὐτῷ μᾶλλον εἰς ὑποψίαν καθίστη: [267] τοῦ γὰρ Ἡρώδου χαλεπῶς καὶ πρὸς τὸν Φερώραν ἔχοντος μὲν ἀπορίᾳ τοῦ διαλλάξοντος Ἀρχέλαον ὁρῶν μάλιστα δυνάμενον αὐτὸς τυχὼν πρὸς ἐκεῖνον ἐτράπετο μελανείμων καὶ πάντα τὰ σημεῖα τῆς μετὰ μικρὸν ἀπωλείας ἔχων, [268] Ἀρχέλαος δὲ οὔτε ὑπερεῖδεν τὴν ἔντευξιν οὔτ᾽ ἔφη δυνατὸς εἶναι ταχὺ μεταπείθειν οὕτως ἔχοντα τὸν βασιλέα: βέλτιον δὲ εἶναι αὐτῷ προσιέναι καὶ δεῖσθαι, τῶν πάντων αἴτιον αὑτὸν ὁμολογοῦντα: ὠφελήσειν γὰρ οὕτως τοῦ θυμοῦ τὸ περιττόν, αὐτὸς δὲ συλλήψεσθαι παρών. [269] ταῦτα δὲ πεισθέντος αὐτοῦ συναμφότερον ἦν διαπεπραγμένον, αἵ τε διαβολαὶ παρὰ δόξαν ἀφῄρηντο τοῦ νεανίσκου καὶ Φερώραν Ἀρχέλαος διαλλάξας οὕτως εἰς Καππαδοκίαν ἀπῄει, κεχαρισμένος ὡς οὐκ ἄλλος ἐν τῇ τότε περιστάσει τῶν καιρῶν Ἡρώδῃ γενόμενος. ὅθεν καὶ δώροις αὐτὸν ἐτίμησεν πολυτελεστάτοις κἀν τοῖς ἄλλοις μεγαλοπρεπῶς ἐν τοῖς μάλιστα φίλτατον ἡγησάμενος. [270] ἐποιήσατο δὲ καὶ συνθήκας εἰς Ῥώμην ἐλθεῖν, ἐπειδὴ περὶ τούτων ἐγέγραπτο Καίσαρι, καὶ μέχρις Ἀντιοχείας ἐπὶ τὸ αὐτὸ παρῆλθον. ἐκεῖ καὶ τὸν ἡγεμόνα Συρίας Τίτιον ἐκ διαφορᾶς Ἀρχελάῳ κακῶς ἔχοντα διήλλαξεν Ἡρώδης καὶ πάλιν εἰς Ἰουδαίαν ὑποστρέφει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: