previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[146]

Τὰς δὲ ἄλλας εὐεργεσίας ἄπορον εἰπεῖν ὅσας ἀπέδωκεν ταῖς πόλεσιν ἔν τε Συρίᾳ καὶ κατὰ τὴν Ἑλλάδα καὶ παρ᾽ οἷς ποτ᾽ ἂν ἀποδημήσας τύχοι: καὶ γὰρ πλείους λειτουργίας καὶ δημοσίων ἔργων κατασκευὰς καὶ χρήματα τοῖς δεομένοις ἔργοις εἰς ἐπιμέλειαν τῶν προτέρων ἔργων ἐκλελοιπότων ἄφθονα χαρίσασθαι δοκεῖ. [147] τὰ δὲ μέγιστα καὶ διασημότατα τῶν πεπραγμένων αὐτῷ Ῥοδίοις μὲν τό τε Πύθιον ἀνέστησεν οἰκείοις ἀναλώμασιν καὶ παρέσχεν ἀργυρίου πολλὰ τάλαντα πρὸς ναυπηγίαν. Νικοπολίταις δὲ τοῖς ἐπ᾽ Ἀκτίῳ κτισθεῖσιν ὑπὸ Καίσαρος τὰ πλεῖστα τῶν δημοσίων συγκατεσκεύασεν. [148] Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρ᾽ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν. [149] τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπ᾽ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ANTIOCHEIA
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: