previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[318]

Μετὰ δὲ τὴν Σαμψῶνος τελευτὴν προέστη τῶν Ἰσραηλιτῶν Ἠλὶς ἀρχιερεύς. ἐπὶ τούτου λιμῷ τῆς χώρας κακοπαθούσης αὐτῶν Ἀβιμέλεχος ἐκ Βηθλέμων, ἔστι δὲ πόλις αὕτη τῆς Ἰούδα φυλῆς, ἀντέχειν τῷ δεινῷ μὴ δυνάμενος τήν τε γυναῖκα Νααμεὶν καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς αὐτῷ γεγενημένους Χελλιῶνα καὶ Μαλαῶνα ἐπαγόμενος εἰς τὴν Μωαβῖτιν μετοικίζεται. [319] καὶ προχωρούντων αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων ἄγεται τοῖς υἱοῖς γυναῖκας Μωαβίτιδας Χελλιῶνι μὲν Ὀρφᾶν Ῥούθην δὲ Μαλαῶνι. διελθόντων δὲ δέκα ἐτῶν τε Ἀβιμέλεχος καὶ μετ᾽ αὐτὸν οἱ παῖδες δι᾽ ὀλίγου τελευτῶσι, [320] καὶ Ναάμις πικρῶς ἐπὶ τοῖς συμβεβηκόσι φέρουσα καὶ τὴν ὑπ᾽ ὄψιν τῶν φιλτάτων ἐρημίαν οὐχ ὑπομένουσα, δι᾽ ἣν καὶ τῆς πατρίδος ἐξεληλύθει, πάλιν εἰς αὐτὴν ἀπηλλάττετο: [321] καὶ γὰρ ἤδη καλῶς τὰ κατ᾽ αὐτὴν ἐπυνθάνετο χωρεῖν. οὐκ ἐκαρτέρουν δὲ διαζευγνύμεναι αὐτῆς αἱ νύμφαι, οὐδὲ παραιτουμένη βουλομένας συνεξορμᾶν πείθειν ἐδύνατο, ἀλλ᾽ ἐγκειμένων εὐξαμένη γάμον εὐτυχέστερον αὐταῖς οὗ διημαρτήκεσαν παισὶ τοῖς αὐτῆς γαμηθεῖσαι καὶ τῶν ἄλλων ἀγαθῶν κτῆσιν, ὅτε τὰ πρὸς αὐτὴν οὕτως ἐστί, [322] μένειν αὐτόθι παρεκάλει καὶ μὴ συμμεταλαμβάνειν αὐτῇ βούλεσθαι πραγμάτων ἀδήλων τὴν πάτριον γῆν καταλιπούσας. μὲν οὖν Ὀρφᾶ μένει, τὴν δὲ Ῥούθην μὴ πεισθεῖσαν ἀπήγαγε κοινωνὸν παντὸς τοῦ προστυχόντος γενησομένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: