previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[317]

Θαυμαστὸς δὲ τῆς ἀρετῆς ἀνὴρ καὶ τῆς ἰσχύος τῆς τοῦ πιστεύεσθαι περὶ ὧν ἂν εἴπῃ οὐ παρ᾽ ὃν ἔζη χρόνον ὑπῆρξε μόνον, ἀλλὰ καὶ νῦν: ἔστι γοῦν οὐδεὶς Ἑβραίων, ὃς οὐχὶ καθάπερ παρόντος αὐτοῦ καὶ κολάσοντος ἂν ἀκοσμῇ πειθαρχεῖ τοῖς ὑπ᾽ αὐτοῦ νομοθετηθεῖσι, κἂν λαθεῖν δύνηται. [318] καὶ πολλὰ μὲν καὶ ἄλλα τεκμήρια τῆς ὑπὲρ ἄνθρωπόν ἐστι δυνάμεως αὐτοῦ, ἤδη δέ τινες καὶ τῶν ὑπὲρ Εὐφράτην μηνῶν ὁδὸν τεσσάρων ἐλθόντες κατὰ τιμὴν τοῦ παρ᾽ ἡμῖν ἱεροῦ μετὰ πολλῶν κινδύνων καὶ ἀναλωμάτων καὶ θύσαντες οὐκ ἴσχυσαν τῶν ἱερῶν μεταλαβεῖν Μωυσέος ἀπηγορευκότος ἐπί τινι τῶν οὐ νομιζομένων οὐδ᾽ ἐκ τῶν πατρίων ἡμῖν αὐτοῖς συντυχόντων. [319] καὶ οἱ μὲν μηδὲ θύσαντες, οἱ δὲ ἡμιέργους τὰς θυσίας καταλιπόντες, πολλοὶ δ᾽ οὐδ᾽ ἀρχὴν εἰσελθεῖν εἰς τὸ ἱερὸν δυνηθέντες ἀπίασιν ὑπακούειν τοῖς Μωυσέος προστάγμασι μᾶλλον ποιεῖν τὰ κατὰ βούλησιν τὴν ἑαυτῶν προτιμῶντες, καὶ τὸν ἐλέγξοντα περὶ τούτων αὐτοὺς οὐ δεδιότες, ἀλλὰ μόνον τὸ συνειδὸς ὑφορώμενοι. [320] οὕτως νομοθεσία τοῦ θεοῦ δοκοῦσα τὸν ἄνδρα πεποίηκε τῆς αὐτοῦ φύσεως κρείττονα νομίζεσθαι. οὐ μὴν ἀλλὰ καὶ τοῦδε τοῦ πολέμου μικρὸν ἔμπροσθεν Κλαυδίου Ῥωμαίων ἄρχοντος Ἰσμαήλου δὲ παρ᾽ ἡμῖν ἀρχιερέως ὄντος, καὶ λιμοῦ τὴν χώραν ἡμῶν καταλαβόντος, ὡς τεσσάρων δραχμῶν πωλεῖσθαι τὸν ἀσσάρωνα, [321] κομισθέντος ἀλεύρου κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων εἰς κόρους ἑβδομήκοντα, μέδιμνοι δὲ οὗτοι Σικελοὶ μέν εἰσιν εἷς καὶ τριακόσιοι Ἀττικοὶ δὲ τεσσαράκοντα εἷς, οὐδεὶς ἐτόλμησε τῶν ἱερέων κρίμνον ἓν φαγεῖν τοσαύτης ἀπορίας τὴν γῆν κατεχούσης, δεδιὼς τὸν νόμον καὶ τὴν ὀργήν, ἣν καὶ ἐπὶ ἀνεξελέγκτοις ἀεὶ τὸ θεῖον τοῖς ἀδικήμασιν ἔχει. [322] ὥστ᾽ οὐ δεῖ θαυμάζειν περὶ τῶν τότε πεπραγμένων, ὁπότε καὶ μέχρι τοῦ νῦν τὰ καταλειφθέντα ὑπὸ Μωυσέος γράμματα τηλικαύτην ἰσχὺν ἔχει, ὥστε καὶ τοὺς μισοῦντας ἡμᾶς ὁμολογεῖν, ὅτι καὶ τὴν πολιτείαν ἡμῖν καταστησάμενός ἐστι θεὸς διὰ Μωυσέος καὶ τῆς ἀρετῆς τῆς ἐκείνου. ἀλλὰ περὶ μὲν τούτων ὡς αὐτῷ τινι δοκεῖ διαλήψεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: