previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[314]

Μαθεῖν δ᾽ ἔστιν ἐκ τούτων, ὅσην τὸ θεῖον ἐπιστροφὴν ἔχει τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πῶς μὲν ἀγαπᾷ τοὺς ἀγαθούς, μισεῖ δὲ τοὺς πονηροὺς καὶ προρρίζους ἀπόλλυσιν: οἱ μὲν γὰρ τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπ᾽ ἄλλῳ διὰ τὴν παρανομίαν καὶ τὰς ἀδικίας ἐν ὀλίγῳ χρόνῳ πολλοὶ κακῶς διαφθαρέντες ἐγνώσθησαν καὶ τὸ γένος αὐτῶν, δὲ τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν βασιλεὺς Ἄσανος δι᾽ εὐσέβειαν καὶ δικαιοσύνην εἰς μακρὸν καὶ εὔδαιμον ὑπὸ τοῦ θεοῦ προήχθη γῆρας καὶ τεσσαράκοντα καὶ ἓν ἄρξας ἔτος εὐμοίρως ἀπέθανε. [315] τελευτήσαντος δ᾽ αὐτοῦ διεδέξατο τὴν ἡγεμονίαν υἱὸς Ἰωσαφάτης ἐκ γυναικὸς Ἀβιδᾶς τοὔνομα γεγενημένος. τοῦτον μιμητὴν Δαυίδου τοῦ προπάππου κατά τε ἀνδρείαν καὶ εὐσέβειαν ἅπαντες ἐν τοῖς ἔργοις ὑπέλαβον. ἀλλὰ περὶ μὲν τούτου τοῦ βασιλέως οὐ κατεπείγει νῦν λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: