previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[127]

Μετὰ δὲ τὸν Πομπηίου θάνατον καὶ τὴν νίκην τὴν ἐπ᾽ αὐτῷ Καίσαρι πολεμοῦντι κατ᾽ Αἴγυπτον πολλὰ χρήσιμον αὑτὸν παρέσχεν Ἀντίπατρος τῶν Ἰουδαίων ἐπιμελητὴς ἐξ ἐντολῆς Ὑρκανοῦ. [128] Μιθριδάτῃ τε γὰρ τῷ Περγαμηνῷ κομίζοντι ἐπικουρικὸν καὶ ἀδυνάτως ἔχοντι διὰ Πηλουσίου ποιήσασθαι τὴν πορείαν, περὶ δὲ Ἀσκάλωνα διατρίβοντι, ἧκεν Ἀντίπατρος ἄγων Ἰουδαίων ὁπλίτας τρισχιλίους ἐξ Ἀραβίας τε συμμάχους ἐλθεῖν ἐπραγματεύσατο τοὺς ἐν τέλει: [129] καὶ δι᾽ αὐτὸν οἱ κατὰ τὴν Συρίαν ἅπαντες ἐπεκούρουν ἀπολείπεσθαι τῆς ὑπὲρ Καίσαρος προθυμίας οὐ θέλοντες, Ἰάμβλιχός τε δυνάστης καὶ Πτολεμαῖος Σοαίμου Λίβανον ὄρος οἰκῶν αἵ τε πόλεις σχεδὸν ἅπασαι. [130] Μιθριδάτης δὲ ἄρας ἐκ Συρίας εἰς Πηλούσιον ἀφικνεῖται καὶ μὴ δεχομένων αὐτὸν τῶν ἀνθρώπων ἐπολιόρκει τὴν πόλιν. ἠρίστευσε δὲ Ἀντίπατρος κατασύρας τι τοῦ τείχους καὶ ὁδὸν εἰσπεσεῖν παρέσχετο τοῖς ἄλλοις εἰς τὴν πόλιν. [131] καὶ τὸ μὲν Πηλούσιον οὕτως εἶχεν. τοὺς δὲ περὶ Ἀντίπατρον καὶ Μιθριδάτην ἀπιόντας πρὸς Καίσαρα διεκώλυον οἱ Ἰουδαῖοι οἱ τὴν Ὀνίου χώραν λεγομένην κατοικοῦντες. πείθει δὲ καὶ τούτους τὰ αὐτῶν φρονῆσαι κατὰ τὸ ὁμόφυλον Ἀντίπατρος καὶ μάλιστα ἐπιδείξας αὐτοῖς τὰς Ὑρκανοῦ τοῦ ἀρχιερέως ἐπιστολάς, ἐν αἷς αὐτοὺς φίλους εἶναι Καίσαρος παρεκάλει καὶ ξένια καὶ πάντα τὰ ἐπιτήδεια χορηγεῖν τῷ στρατῷ. [132] καὶ οἱ μὲν ὡς ἑώρων Ἀντίπατρον καὶ τὸν ἀρχιερέα συνθέλοντας ὑπήκουον. τούτους δὲ προσθεμένους ἀκούσαντες οἱ περὶ Μέμφιν ἐκάλουν καὶ αὐτοὶ τὸν Μιθριδάτην πρὸς ἑαυτούς: κἀκεῖνος ἐλθὼν καὶ τούτους παραλαμβάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: