previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[121]

Χαναναῖοι δ᾽ ἀκμαζόντων αὐτοῖς κατ᾽ ἐκεῖνον τὸν καιρὸν τῶν πραγμάτων στρατῷ μεγάλῳ κατὰ Ζεβέκην αὐτοὺς ὑπέμενον τῷ βασιλεῖ τῶν Ζεβεκηνῶν Ἀδωνιζεβέκῳ τὴν ἡγεμονίαν ἐπιτρέψαντες: τὸ δὲ ὄνομα τοῦτο σημαίνει Ζεβεκηνῶν κύριος: ἀδωνὶ γὰρ τῇ Ἑβραίων διαλέκτῳ κύριος γίνεται: ἤλπιζόν τε κρατήσειν τῶν Ἰσραηλιτῶν διὰ τὸ τεθνάναι Ἰησοῦν. [122] συμμίξαντες δὲ αὐτοῖς Ἰσραηλῖται ταῖς δυσὶ φυλαῖς αἷς προεῖπον ἐμαχέσαντο λαμπρῶς καὶ κτείνουσι μὲν αὐτῶν ὑπὲρ μυρίους, τρεψάμενοι δὲ τὸ λοιπὸν καὶ διώκοντες αἱροῦσι τὸν Ἀδωνιζέβεκον, [123] ὃς ἀκρωτηριασθεὶς ὑπ᾽ αὐτῶν φησιν, ‘ἀλλ᾽ οὐκ εἰς τὸ πᾶν ἄρα λήσεσθαι θεὸν ἔμελλον τάδε πεπονθώς, κατὰ δυοῖν καὶ ἑβδομήκοντα βασιλέων πρᾶξαι πρότερον οὐκ ἐνετράπην.’ [124] καὶ ζῶντα μὲν κομίζουσιν ἕως Ἱεροσολύμων, τελευτήσαντα δὲ γῇ θάπτουσι. καὶ διεξῄεσαν αἱροῦντες τὰς πόλεις, πλείστας τε λαβόντες ἐπολιόρκουν Ἱεροσόλυμα: καὶ τὴν μὲν κάτω λαβόντες σὺν χρόνῳ πάντας ἔκτεινον τοὺς ἐνοικοῦντας, χαλεπὴ δ᾽ ἦν καθύπερθεν αὐτοῖς αἱρεθῆναι τειχῶν ὀχυρότητι καὶ φύσει τοῦ χωρίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: