previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[288]

Πάλιν τε ἀπιὼν πρὸς τὴν κόρην ἐπιτυγχάνει σμήνει μελιττῶν ἐν τῷ στήθει τοῦ λέοντος ἐκείνου νενοσσευκότων, καὶ ἀνελόμενος τρία μέλιτος κηρία σὺν τοῖς λοιποῖς δώροις οἷς ἐκόμιζε δίδωσι τῇ παιδί. [289] τῶν δὲ Θαμνιτῶν παρὰ τὴν εὐωχίαν τὴν τῶν γάμων, εἱστία γὰρ αὐτοὺς ἅπαντας, διὰ δέος τῆς ἰσχύος τοῦ νεανίσκου τριάκοντα δόντων αὐτῷ τοὺς ἀκμαιοτάτους λόγῳ μὲν ἑταίρους ἐσομένους ἔργῳ δὲ φύλακας, μή τι παρακινεῖν ἐθελήσειεν, τοῦ πότου προβάντος καὶ παιδιᾶς οὔσης, οἷα φιλεῖ παρὰ τοὺς τοιούτους καιρούς, [290] Σαμψὼν εἶπεν, ‘ἀλλὰ προβάλλοντος ἐμοῦ λόγον εἰ λύσετε τοῦτον ἐφ᾽ ἡμέρας ἑπτὰ ποιούμενοι τὴν ζήτησιν, ὀθόνας τε καὶ στολὰς γέρας τῆς συνέσεως κατ᾽ ἄνδρα ἕκαστον φέρεσθε παρ᾽ ἐμοῦ’. φιλοτιμουμένων δὲ ὁμοῦ τε συνετοὺς δόξαι καὶ κέρδος εὕρασθαι καὶ λέγειν ἀξιούντων φησίν, ὅτι τὸ πάμβορον γεγεννήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ καὶ πάνυ ἀηδοῦς ὄντος. [291] τῶν δ᾽ ἐπὶ τρεῖς ἡμέρας οὐ δυναμένων ἐξευρεῖν τὸ νοούμενον παρακαλούντων δὲ τὴν κόρην μαθοῦσαν παρὰ τοῦ ἀνδρὸς αὐτοῖς μηνῦσαι, καὶ γὰρ ἠπείλουν ἐμπρήσειν αὐτὴν τοῦτο μὴ παρασχοῦσαν, Σαμψὼν δεομένης τῆς κόρης εἰπεῖν αὐτῇ τὸ μὲν πρῶτον ἀντέχειν ἐπειρᾶτο, [292] ἐγκειμένης δ᾽ αὐτῆς καὶ εἰς δάκρυα προπιπτούσης καὶ τεκμήριον τιθεμένης τῆς πρὸς αὐτὴν δυσνοίας τὸ μὴ λέγειν αὐτῇ, μηνύει τὰ περὶ τὴν ἀναίρεσιν αὐτῇ τοῦ λέοντος καὶ ὡς τὰ τρία βαστάσας ἐξ αὐτοῦ κηρία μέλιτος γεγονότα κομίσειεν αὐτῇ. [293] καὶ μὲν οὐδὲν ὑφορώμενος δολερὸν σημαίνει τὸ πᾶν, δ᾽ ἐκφέρει τὸν λόγον τοῖς δεηθεῖσι. κατὰ οὖν τὴν ἑβδόμην ἡμέραν, καθ᾽ ἣν ἔδει τὸν προβληθέντα λόγον αὐτῷ διασαφεῖν, πρὶν δῦναι τὸν ἥλιον συνελθόντες φασίν, ‘οὔτε λέοντος ἀηδέστερόν τι τοῖς ἐντυγχάνουσιν οὔτε ἥδιον μέλιτος χρωμένοις’. [294] καὶ Σαμψὼν εἶπενοὐδὲ γυναικὸς εἶναί τι δολερώτερον, ἥτις ὑμῖν ἐκφέρει τὸν ἡμέτερον λόγον’. κἀκείνοις μὲν δίδωσιν ὑπέσχετο λείαν ποιησάμενος Ἀσκαλωνιτῶν τοὺς κατὰ τὴν ὁδὸν αὐτῷ συντυχόντας, Παλαιστῖνοι δ᾽ εἰσὶ καὶ οὗτοι, τὸν δὲ γάμον ἐκεῖνον παραιτεῖται καὶ παῖς ἐκφαυλίσασα τῆς ὀργῆς αὐτὸν συνῆν αὐτοῦ φίλῳ νυμφοστόλῳ γεγονότι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: