previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[79]

Ὧν τῷ δευτέρῳ ἔτει τῆς εἰς Ἱεροσόλυμα καθόδου τῶν Ἰουδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο τοῦ ναοῦ κατασκευή: καὶ τοὺς θεμελίους ἐγείραντες τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶν τε τοὺς εἰκοστὸν ἔτος ἤδη γεγονότας καὶ Ἰησοῦν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ἰούδα τοῦ Ἀμιναδάβου καὶ τοὺς υἱοὺς αὐτοῦ. [80] καὶ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος. [81] οἱ δὲ ἱερεῖς καὶ Λευῖται καὶ τῶν πατριῶν οἱ πρεσβύτεροι τὸν πρότερον ναὸν ταῖς μνήμαις ἀναπολοῦντες μέγιστόν τε καὶ πολυτελέστατον, καὶ τὸν γεγενημένον ὁρῶντες ὑπὸ πτωχείας ἐνδεέστερον τοῦ πάλαι κατασκευαζόμενον, ὅσον εἶεν τῆς ἀρχαίας εὐδαιμονίας ὑποβεβηκότες καὶ τῆς ἀξίας τοῦ ναοῦ λογιζόμενοι κατήφουν, καὶ τῆς ἐπὶ τούτῳ λύπης κρατεῖν οὐ δυνάμενοι μέχρι θρήνων καὶ δακρύων προήγοντο. [82] δὲ λαὸς ἠγάπα τοῖς παροῦσιν καὶ τῷ μόνον οἰκοδομῆσαι τὸ ἱερὸν τοῦ πρότερον ὄντος οὐδένα λόγον ποιούμενος οὐδ᾽ ἀνάμνησιν οὐδὲ πρὸς τὴν σύγκρισιν τὴν ἐκείνου βασανίζων αὑτὸν ὡς ἐπ᾽ ἐλάττοσιν οἷς ὑπελάμβανεν. [83] ὑπερεφώνει δὲ τὸν τῶν σαλπίγγων ἦχον καὶ τὴν τοῦ πλήθους χαρὰν τῶν πρεσβυτέρων καὶ ἱερέων ἐφ᾽ οἷς ἐδόκουν ἐλαττοῦσθαι τὸν ναὸν τοῦ κατασκαφέντος οἰμωγή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: