previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[258]

Τῶν γὰρ χωρίων δυσύδρων ὄντων προκατελάμβανον οἱ ποιμένες τὰ φρέατα, ὅπως μὴ προεξαναλωμένου τοῦ ὕδατος ὑπὸ τῶν ἄλλων σπανίζοι ποτοῦ τὰ θρέμματα. παραγίνονται οὖν ἐπὶ τὸ φρέαρ ἑπτὰ παρθένοι ἀδελφαὶ Ῥαγουήλου θυγατέρες ἱερέως καὶ πολλῆς ἠξιωμένου τιμῆς παρὰ τοῖς ἐπιχωρίοις, [259] αἳ τῶν τοῦ πατρὸς ποιμνίων ἐπιμελούμεναι διὰ τὸ ταύτην ὑπουργίαν εἶναι καὶ γυναιξὶν ἐπιχώριον παρὰ τοῖς Τρωγλοδύταις φθάσασαι τὸ αὔταρκες ἐκ τοῦ φρέατος ἀνέσπασαν ὕδωρ τοῖς ποιμνίοις εἰς δεξαμενάς, αἳ πρὸς ἐκδοχὴν τοῦ ὕδατος ἐγεγόνεισαν. [260] ἐπιστάντων δὲ ποιμένων ταῖς παρθένοις, ὥστ᾽ αὐτοὶ τοῦ ὕδατος κρατεῖν, Μωυσῆς δεινὸν ἡγησάμενος εἶναι περιιδεῖν ἀδικουμένας τὰς κόρας καὶ τὴν βίαν τὴν τῶν ἀνδρῶν ἐᾶσαι κρείττονα γενέσθαι τοῦ τῶν παρθένων δικαίου, τοὺς μὲν εἶρξε πλεονεκτεῖν ἐθέλοντας, ταῖς δὲ παρέσχε τὴν πρέπουσαν βοήθειαν. [261] αἱ δ᾽ εὐεργετηθεῖσαι παρῆσαν πρὸς τὸν πατέρα τήν τε ὕβριν τῶν ποιμένων αὐτῷ διηγούμεναι καὶ τὴν ἐπικουρίαν τοῦ ξένου παρεκάλουν τε μὴ ματαίαν αὐτῷ γενέσθαι τὴν εὐποιίαν μηδ᾽ ἀμοιβῆς ὑστεροῦσαν. δὲ τάς τε παῖδας ἀπεδέξατο τῆς περὶ τὸν εὐεργετηκότα σπουδῆς καὶ τὸν Μωυσῆν εἰς ὄψιν ἐκέλευεν ἄγειν αὐτῷ τευξόμενον χάριτος δικαίας. [262] ὡς δ᾽ ἧκε, τήν τε τῶν θυγατέρων αὐτῷ ἀπεσήμαινε μαρτυρίαν ἐπὶ τῇ βοηθείᾳ καὶ τῆς ἀρετῆς αὐτὸν θαυμάζων οὐκ εἰς ἀναισθήτους εὐεργεσιῶν καταθέσθαι τὴν ἐπικουρίαν ἔλεγεν, ἀλλ᾽ ἱκανοὺς ἐκτῖσαι χάριν καὶ τῷ μεγέθει τῆς ἀμοιβῆς ὑπερβαλεῖν τὸ μέτρον τῆς εὐποιίας. [263] ποιεῖται δ᾽ αὐτὸν υἱὸν καὶ μίαν τῶν θυγατέρων πρὸς γάμον δίδωσι τῶν τε θρεμμάτων, ἐν τούτοις γὰρ πᾶσα κτῆσις τὸ παλαιὸν ἦν τοῖς βαρβάροις, ἀποδείκνυσιν ἐπιμελητὴν καὶ δεσπότην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: