previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[268]

Ἐλθόντων δὲ εἰς τὴν Μωδαῒν κώμην τῶν ὑπὸ τοῦ βασιλέως καθεσταμένων ἐπὶ τῷ ποιεῖν ἀναγκάζειν τοὺς Ἰουδαίους διετέτακτο καὶ θύειν τοὺς ἐκεῖ κελευόντων, ὡς βασιλεὺς κελεύσειεν, διά τε τὴν δόξαν τήν τε διὰ τὰ ἄλλα καὶ διὰ τὴν εὐπαιδίαν ἀξιούντων τὸν Ματταθίαν προκατάρχειν τῶν θυσιῶν, [269] κατακολουθήσειν γὰρ αὐτῷ καὶ τοὺς πολίτας, καὶ διὰ τοῦτο τιμηθήσεσθαι πρὸς τοῦ βασιλέως, Ματταθίας οὐκ ἔφασκεν ποιήσειν, οὐδ᾽ εἰ τὰ πάντα ἔθνη τοῖς Ἀντιόχου προστάγμασιν διὰ φόβον δι᾽ εὐαρέστησιν ὑπακούει, πεισθήσεσθαί ποτ᾽ αὐτὸς μετὰ τῶν τέκνων τὴν πάτριον θρησκείαν ἐγκαταλιπεῖν. [270] ὡς δὲ σιωπήσαντος αὐτοῦ προσελθών τις τῶν Ἰουδαίων ἔθυσεν εἰς μέσον καθ᾽ προσέταξεν Ἀντίοχος, θυμωθεὶς Ματταθίας ὥρμησεν ἐπ᾽ αὐτὸν μετὰ τῶν παίδων ἐχόντων κοπίδας καὶ αὐτόν τε ἐκεῖνον διέφθειρεν καὶ τὸν στρατηγὸν τοῦ βασιλέως Ἀπελλῆν, ὃς ἐπηνάγκαζεν, διεχρήσατο μετ᾽ ὀλίγων στρατιωτῶν, [271] καὶ τὸν βωμὸν καθελὼν ἀνέκραγεν, ‘εἴ τις ζηλωτής ἐστιν τῶν πατρίων ἐθῶν καὶ τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω, φησίν, ἐμοί,’ καὶ ταῦτ᾽ εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησεν καταλιπὼν ἅπασαν τὴν αὐτοῦ κτῆσιν ἐν τῇ κώμῃ. [272] τὸ δ᾽ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον. ἀκούσαντες δὲ ταῦθ᾽ οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ἱεροσολύμων ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ἰουδαίους. [273] καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστ᾽ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ: [274] μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλ᾽ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας: τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδ᾽ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες: ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν. [275] ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς σπηλαίοις ὡσεὶ χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν. [276] δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδαξε μάχεσθαι λέγων, ὡς εἰ μὴ ποιήσουσι τοῦτο φυλαττόμενοι τὸ νόμιμον, αὐτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατ᾽ ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δ᾽ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι. [277] ταῦτ᾽ εἰπὼν ἔπεισεν αὐτούς, καὶ ἄχρι δεῦρο μένει παρ᾽ ἡμῖν τὸ καὶ σαββάτοις, εἴ ποτε δεήσειεν, μάχεσθαι. [278] ποιήσας οὖν δύναμιν πολλὴν περὶ αὐτὸν Ματταθίας τούς τε βωμοὺς καθεῖλεν καὶ τοὺς ἐξαμαρτάνοντας ἀπέκτεινεν, ὅσους λαβεῖν ὑποχειρίους ἠδυνήθη: πολλοὶ γὰρ δι᾽ εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη: τῶν τε παίδων τοὺς οὐ περιτετμημένους ἐκέλευσε περιτέμνεσθαι τοὺς ἐπὶ τῷ κωλύειν καθεσταμένους ἐκβαλών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: