previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[165]

Ταῦτα δ᾽ αὐτοῦ δι᾽ ἐννοίας ἔχοντος ἐνεδόθη τι καὶ παρ᾽ ἐκείνων: μὲν γὰρ Ὑρκανὸς ἐπιεικείᾳ τρόπου καὶ τότε καὶ τὸν ἄλλον χρόνον οὐκ ἠξίου πολυπραγμονεῖν οὐδὲ νεωτέρων ἅπτεσθαι, συγχωρῶν τῇ τύχῃ πᾶν τὸ δι᾽ ἐκείνης γινόμενον ἠγαπηκέναι. [166] φιλόνεικος δ᾽ ἦν Ἀλεξάνδρα καὶ τὴν ἐλπίδα τῆς μεταβολῆς ἀκρατῶς φέρουσα λόγους ἐποιεῖτο πρὸς τὸν πατέρα, μὴ μέχρι παντὸς ἀναμεῖναι τὴν Ἡρώδου παρανομίαν εἰς τὸν αὐτῶν οἶκον, ἀλλὰ προλαβεῖν ἀσφαλείᾳ τὰς αὖθις ἐλπίδας, [167] καὶ γράφειν ἠξίου περὶ τούτων Μάλχῳ τῷ τὴν ἀραβαρχίαν ἔχοντι δέξασθαί τε αὐτὸν καὶ δι᾽ ἀσφαλείας ἔχειν: ὑπεξελθόντων γὰρ εἰ τὰ περὶ τὸν Ἡρώδην οὕτως χωρήσειεν, ὡς εἰκὸς ἐν ἔχθρᾳ Καίσαρος, αὐτοὺς ἔσεσθαι τοὺς τὴν ἀρχὴν ἀπολαμβάνοντας μόνους καὶ διὰ τὸ γένος καὶ διὰ τὴν εὔνοιαν τῶν ὄχλων. [168] ταῦτα πειθούσης μὲν Ὑρκανὸς διωθεῖτο τοὺς λόγους, φιλόνεικον δέ τι καὶ γυναικεῖον αὐτῆς πεπονθυίας καὶ μήτε νύκτα μήθ᾽ ἡμέραν ἀπολειπομένης, ἀλλ᾽ ἀεὶ περὶ τούτων καὶ τῆς Ἡρώδου πρὸς αὐτοὺς ἐπιβουλῆς διαλεγομένης, ἀνεπείσθη τέλος ἐπιστολὴν δοῦναι Δοσιθέῳ τινὶ τῶν περὶ αὐτὸν φίλων, ἐν συντέτακτο πέμπειν αὐτῷ τὸν Ἄραβα τοὺς ἀναληψομένους καὶ παραπέμψοντας ἱππέας ἐπὶ τὴν Ἀσφαλτῖτιν λίμνην: αὕτη δ᾽ ἀπέχει τῶν Ἱεροσολυμιτῶν ὅρων σταδίους τριακοσίους. [169] ἐπίστευεν δὲ τῷ Δοσιθέῳ θεραπεύοντος αὐτοῦ καὶ αὐτὸν καὶ τὴν Ἀλεξάνδραν καὶ τῆς πρὸς Ἡρώδην δυσνοίας οὐ μικρὰς αἰτίας ἔχοντος: Ἰωσήπου τε γάρ, ὃν ἐκεῖνος ἀνῃρήκει, συγγενὴς ἦν καὶ τῶν ἐν Τύρῳ φονευθέντων ὑπ᾽ Ἀντωνίου πρότερον ἀδελφός. [170] οὐ μὴν ἐπήγαγεν ταῦτα τὸν Δοσίθεον Ὑρκανῷ πιστὸν εἰς τὴν ὑπηρεσίαν γενέσθαι, προτιμήσας δὲ τῶν ἐκείνου τὰς ἐκ τοῦ βασιλεύοντος ἐλπίδας ἐπιδίδωσιν Ἡρώδῃ τὴν ἐπιστολήν. [171] δὲ τῆς εὐνοίας ἀποδεξάμενος ἔτι καὶ τοῦτο προσυπουργῆσαι παρεκελεύετο, πτύξαντα τὴν ἐπιστολὴν καὶ κατασημηνάμενον ἀποδοῦναι τῷ Μάλχῳ καὶ τὰ παρ᾽ ἐκείνου γράμματα λαβεῖν: οὐ γὰρ μικρὸν τὸ διάφορον καὶ τὴν ἐκείνου γνώμην αὐτὸν εἰδέναι. [172] ταῦτα δὲ τοῦ Δοσιθέου προθύμως ὑπουργήσαντος μὲν Ἄραψ ἀντεπέστελλεν αὐτόν τε Ὑρκανὸν δέχεσθαι καὶ τοὺς σὺν αὐτῷ πάντας καὶ Ἰουδαίων ὅσοι τὰ ἐκείνου φρονοῦσιν, δύναμίν τε πέμψειν τὴν μετ᾽ ἀσφαλείας αὐτοὺς κομιοῦσαν καὶ πρὸς μηδὲν ἐνδεήσειν ὧν ἠξίου. [173] ὡς δὲ καὶ ταύτην Ἡρώδης ἐδέξατο τὴν ἐπιστολήν, εὐθύς τε μεταπέμπεται τὸν Ὑρκανὸν καὶ περὶ τῶν γενομένων αὐτῷ συνθηκῶν πρὸς τὸν Μάλχον ἀνέκρινεν. ἀρνησαμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ διεχειρίσατο τὸν ἄνδρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: