previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[195]

Μετὰ δ᾽ ἔτος δεύτερον τῆς Αἰγύπτου πορθήσεως βασιλεὺς Ναβουχοδονόσορος ὄναρ ἰδὼν θαυμαστόν, οὗ τὴν ἔκβασιν κατὰ τοὺς ὕπνους αὐτὸς αὐτῷ ἐδήλωσεν θεός, τούτου μὲν ἐπιλανθάνεται διαναστὰς ἐκ τῆς κοίτης, μεταπεμψάμενος δὲ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καὶ τοὺς μάντεις, ὡς εἴη τι ὄναρ ἑωρακὼς ἔλεγεν αὐτοῖς, καὶ τὸ συμβεβηκὸς περὶ τὴν λήθην ὧν εἶδε μηνύων ἐκέλευεν αὐτοὺς λέγειν, ὅτι τε ἦν τὸ ὄναρ καὶ τί τὸ σημεῖον. [196] τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν, εἰ δὲ αὐτοῖς ἐκθοῖτο τὴν ὄψιν τοῦ ἐνυπνίου φράσειν τὸ σημεῖον ὑποσχομένων, θάνατον ἠπείλησεν αὐτοῖς, εἰ μὴ τὸ ὄναρ εἴποιεν, προσέταξε τε πάντας αὐτοὺς ἀναιρεθῆναι ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι. [197] Δανίηλος δ᾽ ἀκούσας, ὅτι προσέταξε πάντας τοὺς σοφοὺς βασιλεὺς ἀποθανεῖν, ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν, πρόσεισιν Ἀριόχῃ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ. [198] δεηθεὶς δὲ παρ᾽ αὐτοῦ τὴν αἰτίαν μαθεῖν, δι᾽ ἣν βασιλεὺς πάντας εἴη προστεταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους, καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτ᾽ αὐτῷ δηλοῦν ἐπιλελησμένῳ φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν, παρεκάλεσε τὸν Ἀριόχην εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτῃ τὴν ἀναίρεσιν ἐπισχεῖν: ἐλπίζειν γὰρ δι᾽ αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον. [199] δὲ Ἀριόχης ταῦτ᾽ ἀπήγγειλε τῷ βασιλεῖ Δανίηλον ἀξιοῦν. καὶ μὲν κελεύει τὴν ἀναίρεσιν ἐπισχεῖν τῶν μάγων ἕως γνῷ τὴν ὑπόσχεσιν τὴν Δανιήλου: δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν δι᾽ ὅλης ἱκετεύει τὸν θεὸν τῆς νυκτὸς γνωρίσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς βασιλεὺς ἐπελέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους. [200] δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανίηλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον βασιλεὺς παρ᾽ αὐτοῦ μάθοι. [201] Δανίηλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τῷ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας, [202] εὐχαριστήσας δὲ τῷ θεῷ μετ᾽ αὐτῶν ἔλεον λαβόντι τῆς ἡλικίας αὐτῶν γενομένης ἡμέρας παραγίνεται πρὸς Ἀριόχην καὶ ἄγειν αὐτὸν ἠξίου πρὸς τὸν βασιλέα: δηλῶσαι γὰρ αὐτῷ βούλεσθαι τὸ ἐνύπνιον, φησιν ἰδεῖν πρὸ τῆς παρελθούσης νυκτός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: