previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[161]

Τὸν δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέα Ἰώασον ὁρμή τις ἔλαβε τὸν ναὸν ἀνακαινίσαι τοῦ θεοῦ, καὶ τὸν ἀρχιερέα καλέσας Ἰώδαν εἰς ἅπασαν ἐκέλευσε πέμψαι τὴν χώραν τοὺς Ληουίτας καὶ ἱερέας αἰτήσοντας ὑπὲρ ἑκάστης κεφαλῆς ἡμίσικλον ἀργύρου εἰς ἐπισκευὴν καὶ ἀνανέωσιν τοῦ ναοῦ καταλυθέντος ὑπὸ Ἰωράμου καὶ Ὀθλίας καὶ τῶν παίδων αὐτῆς. [162] δ᾽ ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ἀρχιερεὺς τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ: [163] ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν. [164] κενοῦντες δὲ τὸν θησαυρὸν καὶ παρόντος τοῦ βασιλέως ἀριθμοῦντες τὸ συνειλεγμένον τε γραμματεὺς καὶ ἱερεὺς τῶν γαζοφυλακίων ἔπειτ᾽ εἰς τὸν αὐτὸν ἐτίθεσαν τόπον. καὶ τοῦτ᾽ ἐποίουν ἑκάστης ἡμέρας. ὡς δ᾽ ἀποχρῶν τὸ πλῆθος ἐδόκει τῶν χρημάτων ἔπεμψαν μισθούμενοι λατόμους καὶ οἰκοδόμους ἀρχιερεὺς Ἰώδας καὶ βασιλεὺς Ἰώασος καὶ ἐπὶ ξύλα μεγάλα καὶ τῆς καλλίστης ὕλης. [165] ἐπισκευασθέντος δὲ τοῦ ναοῦ τὸν ὑπολειφθέντα χρυσὸν καὶ ἄργυρον, οὐκ ὀλίγος δὲ ἦν, εἴς τε κρατῆρας καὶ οἰνοχόας καὶ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη κατεχρήσαντο θυσίαις τε πολυτελέσιν ὁσημέραι τὸν βωμὸν πιαίνοντες διετέλουν. καὶ ταῦτα μὲν ἐφ᾽ ὅσον Ἰώδας χρόνον ἔζη τῆς προσηκούσης ἐτύγχανε σπουδῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: