previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[208]

Μαθὼν δὲ Ἀρίων, ὅτι τοῦτον βασιλεὺς διετέθη τὸν τρόπον καὶ μηδεμία βοήθειά ἐστιν αὐτῷ, δοὺς τὰ χίλια τάλαντα τῷ παιδὶ τῶν δεσμῶν ἀπελύθη. καὶ τρεῖς διαλιπὼν ἡμέρας Ὑρκανὸς ἠσπάσατο τοὺς βασιλέας. [209] οἱ δὲ ἀσμένως αὐτὸν εἶδον καὶ φιλοφρόνως εἱστίασαν διὰ τὴν πρὸς τὸν πατέρα τιμήν. λάθρα δὲ πρὸς τοὺς ἐμπόρους ἀπελθὼν ὠνεῖται παρ᾽ αὐτῶν παῖδας μὲν ἑκατὸν γράμματα ἐπισταμένους καὶ ἀκμαιοτάτους, ἑνὸς ἕκαστον ταλάντου, ἑκατὸν δὲ παρθένους τῆς αὐτῆς τιμῆς ἑκάστην. [210] κληθεὶς δ᾽ ἐφ᾽ ἑστίασιν πρὸς τὸν βασιλέα μετὰ τῶν πρώτων τῆς χώρας ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν ὑπὸ τῶν τοὺς τόπους κατὰ τὴν ἀξίαν διανεμόντων. [211] τῶν δὲ συγκατακειμένων πάντων τῶν μερῶν τὰ ὀστᾶ, ἀφῄρουν γὰρ αὐτοὶ τὰς σάρκας, σωρευόντων ἔμπροσθεν τοῦ Ὑρκανοῦ, ὡς πληρῶσαι τὴν παρακειμένην αὐτῷ τράπεζαν, [212] Τρύφων ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἀπεδέδεικτο, παρακαλεσάντων αὐτὸν τῶν κατακειμένων τῇ τραπέζῃ παρεστὼς τῷ βασιλεῖ, ‘ὁρᾷς, εἶπεν, δέσποτα, τὰ παρακείμενα Ὑρκανῷ ὀστᾶ; ἐκ τούτου στόχασαι, ὅτι καὶ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν ὡς οὗτος ταῦτα τῶν σαρκῶν ἐγύμνωσεν.’ [213] γελάσαντος δὲ πρὸς τὸν τοῦ Τρύφωνος λόγον τοῦ βασιλέως καὶ ἐρομένου τὸν Ὑρκανόν, ὅτι τοσαῦτ᾽ αὐτῷ παράκειται ὀστᾶ, ‘εἰκότως, εἶπεν, δέσποτα: τοὺς μὲν γὰρ κύνας τὰ ὀστᾶ σὺν τοῖς κρέασιν κατεσθίειν, ὥσπερ οὗτοιπρὸς τοὺς κατακειμένους ἐπιβλέπων, ὅτι μηθὲν ἔμπροσθεν αὐτῶν ἔκειτο, ‘οἱ δὲ ἄνθρωποι τὸ κρέας ἐσθίουσιν, τὰ δ᾽ ὀστᾶ ῥίπτουσιν, ὅπερ ἄνθρωπος ὢν κἀγὼ νῦν πεποίηκα.’ [214] δὲ βασιλεὺς θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτως γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν. [215] τῇ δ᾽ ἐπιούσῃ πρὸς ἕκαστον τῶν τοῦ βασιλέως φίλων πορευόμενος καὶ τῶν περὶ τὴν αὐλὴν δυνατῶν τοὺς μὲν ἠσπάζετο, παρὰ δὲ τῶν οἰκετῶν ἀπεπυνθάνετο, τί μέλλουσιν διδόναι τῷ βασιλεῖ δῶρον ἐν τῇ τοῦ παιδὸς αὐτοῦ γενεσίῳ. [216] τῶν δὲ ἀνὰ δέκα τάλαντα μέλλειν διδόναι φησάντων τοὺς μέν, τοὺς δὲ ἐν ἀξίᾳ κατὰ τὸ μέγεθος τῆς οὐσίας ἕκαστον αὐτῶν, ὑπεκρίνετο λυπεῖσθαι διὰ τὸ μὴ δύνασθαι τοιαύτην προσενεγκεῖν δωρεάν: πλέον γὰρ πέντε ταλάντων οὐκ ἔχειν. οἱ δὲ θεράποντες ταῦτ᾽ ἀκούσαντες ἀπήγγελλον τοῖς δεσπόταις. [217] χαιρόντων δ᾽ αὐτῶν ὡς καταγνωσθησομένου τοῦ Ἰωσήπου καὶ προσκρούσοντος τῷ βασιλεῖ διὰ τὴν βραχύτητα τῆς δωρεᾶς, ἐνστάσης τῆς ἡμέρας οἱ μὲν ἄλλοι προσέφερον τῷ βασιλεῖ ταλάντων οἱ λίαν μεγαλοδωρεῖσθαι νομίζοντες οὐ πλεῖον εἴκοσι, δ᾽ Ὑρκανὸς οὓς ὠνήσατο παῖδας ἑκατὸν καὶ παρθένους τοσαύτας ἀνὰ τάλαντον ἑκάστῳ φέρειν δοὺς προσήγαγεν τοὺς μὲν τῷ βασιλεῖ, τὰς δὲ τῇ Κλεοπάτρᾳ. [218] πάντων δὲ θαυμασάντων τὴν παρ᾽ ἐλπίδα τῶν δώρων πολυτέλειαν καὶ τῶν βασιλέων αὐτῶν, καὶ τοῖς φίλοις ἔτι καὶ τοῖς περὶ τὴν θεραπείαν τοῦ βασιλέως οὖσιν πολλῶν ἄξια ταλάντων δῶρα ἔδωκεν, ὡς διαφυγεῖν τὸν ἐξ αὐτῶν κίνδυνον: τούτοις γὰρ ἐγεγράφεισαν αὐτοῦ οἱ ἀδελφοὶ διαχρήσασθαι τὸν Ὑρκανόν. [219] Πτολεμαῖος δὲ τὴν μεγαλοψυχίαν ἀγασάμενος τοῦ μειρακίου προσέταξεν αὐτῷ δωρεὰν ἣν βούλεται λαμβάνειν. δ᾽ οὐδὲν πλέον ἠξίωσεν αὐτῷ γενέσθαι παρ᾽ αὐτοῦ γράψαι τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς περὶ αὐτοῦ. [220] τιμήσας οὖν αὐτὸν φιλοτιμότατα καὶ δωρεὰς δοὺς λαμπρὰς καὶ τῷ τε πατρὶ γράψας καὶ τοῖς ἀδελφοῖς καὶ πᾶσι τοῖς ἡγεμόσιν αὐτοῦ καὶ ἐπιτρόποις ἐξέπεμψεν. [221] ἀκούσαντες δὲ οἱ ἀδελφοὶ τούτων τετυχηκότα τὸν Ὑρκανὸν παρὰ τοῦ βασιλέως καὶ μετὰ μεγάλης ἐπανερχόμενον τιμῆς, ἐξῆλθον ὑπαντησόμενοι καὶ διαφθεροῦντες αὐτὸν καὶ τοῦ πατρὸς εἰδότος: ὀργιζόμενος γὰρ αὐτῷ ἕνεκεν τῶν εἰς τὰς δωρεὰς χρημάτων οὐκ ἐφρόντιζεν τῆς σωτηρίας αὐτοῦ. τὴν ὀργὴν μέντοι τὴν πρὸς τὸν υἱὸν Ἰώσηπος ἀπεκρύπτετο φοβούμενος τὸν βασιλέα. [222] συμβαλόντων δ᾽ αὐτῷ τῶν ἀδελφῶν εἰς μάχην ἄλλους τε τῶν σὺν αὐτοῖς πολλοὺς ἀπέκτεινεν καὶ δύο τῶν ἀδελφῶν, οἱ δὲ λοιποὶ διεσώθησαν εἰς Ἱεροσόλυμα πρὸς τὸν πατέρα. παραγενόμενον δ᾽ αὐτὸν εἰς τὴν πόλιν ἐπεὶ μηδεὶς ἐδέχετο, δείσας ἀνεχώρησεν εἰς τὴν πέραν τοῦ Ἰορδάνου ποταμοῦ κἀκεῖ διέτριβεν φορολογῶν τοὺς βαρβάρους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: