previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[276]

Μανώχης τις Δανιτῶν ἐν ὀλίγοις ἄριστος καὶ τῆς πατρίδος ὁμολογούμενος πρῶτος εἶχε γύναιον ἐπ᾽ εὐμορφίᾳ περίβλεπτον καὶ τῶν κατ᾽ αὐτὸ διαφέρον. παίδων δ᾽ οὐ γινομένων αὐτῷ δυσφορῶν ἐπὶ τῇ ἀπαιδίᾳ θεὸν ἱκέτευεν ἐπὶ τὸ προάστειον συνεχῶς φοιτῶν μετὰ τῆς γυναικὸς δοῦναι διαδοχὴν αὐτοῖς γνησίαν: μέγα δέ ἐστι τοῦτο πεδίον. [277] ἦν δὲ καὶ μανιώδης ὑπ᾽ ἔρωτος ἐπὶ τῇ γυναικὶ καὶ διὰ τοῦτο ζηλότυπος ἀκρατῶς. μονωθείσῃ δὲ τῇ γυναικὶ φάντασμα ἐπιφαίνεται τοῦ θεοῦ νεανίᾳ καλῷ παραπλήσιον μεγάλῳ καὶ εὐαγγελιζόμενον αὐτῇ παιδὸς γονὴν κατὰ θεοῦ πρόνοιαν καλοῦ τε καὶ ῥώμην ἐπιφανοῦς, ὑφ᾽ πονήσειν Παλαιστίνους ἀνδρουμένῳ. [278] παρῄνει τε τὰς κόμας αὐτῷ μὴ ἀποκείρειν: ‘ἔσται δ᾽ αὐτῷ πρὸς ἄλλο μὲν ποτὸν ἀποστροφὴ τοῦ θεοῦ τοῦτο προστάσσοντος, πρὸς ὕδωρ δὲ μόνον οἰκειότης’. καὶ μὲν ταῦτ᾽ εἰπὼν ᾤχετο κατὰ βούλησιν ἐλθὼν τοῦ θεοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: