previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9]

δὲ τοῦ Σαούλου μὲν ἀρχιστράτηγος Ἀβεννῆρος Νήρου δὲ παῖς ἀνὴρ δραστήριος καὶ ἀγαθὸς τὴν φύσιν, ὡς ἔγνω πεσόντα τὸν βασιλέα καὶ τὸν Ἰωνάθην καὶ τοὺς δύο τοὺς ἄλλους αὐτοῦ παῖδας, ἐπειχθεὶς εἰς τὴν παρεμβολὴν καὶ τὸν περιλειπόμενον ἐξαρπάσας υἱὸν αὐτοῦ, Ἰέβοσθος δ᾽ ἐκαλεῖτο, διαβιβάζει πρὸς τοὺς πέραν τοῦ Ἰορδάνου καὶ παντὸς ἀποδείκνυσι τοῦ πλήθους βασιλέα πάρεξ τῆς Ἰούδα φυλῆς. [10] βασίλειον δ᾽ ἐποίησεν αὐτῷ τὴν κατὰ μὲν τὴν ἐπιχώριον γλῶτταν Μάναλιν, κατὰ δὲ τὴν Ἑλλήνων Παρεμβολὰς λεγομένην: ὥρμησε δ᾽ ἐκεῖθεν Ἀβεννῆρος μετὰ στρατιᾶς ἐπιλέκτου συμβαλεῖν τοῖς ἐκ τῆς Ἰούδα φυλῆς προαιρούμενος: ὤργιστο γὰρ αὐτοῖς βασιλέα τὸν Δαυίδην κεχειροτονηκόσιν. [11] ἀπήντησε δ᾽ αὐτῷ πεμφθεὶς ὑπὸ Δαυίδου Σαρουίας μὲν παῖς, πατρὸς δὲ Σουρί, ἐκ δὲ τῆς ἀδελφῆς τῆς ἐκείνου γεγονὼς αὐτῷ Ἰώαβος ἀρχιστράτηγος ὢν αὐτοῦ, μετὰ καὶ τῶν ἀδελφῶν Ἀβεσσαίου καὶ Ἀσαήλου καὶ πάντων τῶν Δαυίδου ὁπλιτῶν. καὶ περιτυχὼν ἐπί τινος κρηνίδος ἐν Γαβαῶ πόλει παρατάσσεται πρὸς μάχην. [12] τοῦ δ᾽ Ἀβεννήρου φήσαντος πρὸς αὐτὸν βούλεσθαι μαθεῖν, πότερος αὐτῶν ἀνδρειοτέρους στρατιώτας ἔχει, συντίθεται παρ᾽ ἀμφοτέρων δυοκαίδεκα μαχησομένους συμβαλεῖν. προελθόντες τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφ᾽ ἑκατέρων τῶν στρατηγῶν ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπ᾽ ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν κεφαλῶν ἐλλαμβανόμενοι κατέχοντες αὑτοὺς ἔπαιον εἰς τὰς πλευρὰς καὶ τὰς λαγόνας ἀλλήλους ταῖς ῥομφαίαις, ἕως οὗ πάντες ὥσπερ ἐκ συνθήματος ἀπώλοντο. [13] πεσόντων δὲ τούτων συνέρρηξε καὶ λοιπὴ στρατιά, καὶ καρτερᾶς τῆς μάχης γενομένης ἡττήθησαν οἱ τοῦ Ἀβεννήρου: καὶ τραπέντας οὐκ ἀνίει διώκων Ἰώαβος, ἀλλ᾽ αὐτός τε ἐπέκειτο παρακελευόμενος τοὺς ὁπλίτας ἐκ ποδὸς ἕπεσθαι καὶ μὴ κάμνειν ἀναιροῦντας, [14] οἵ τε ἀδελφοὶ προθύμως ἠγωνίσαντο, καὶ διαφανέστερος τῶν ἄλλων μάλιστα νεώτερος Ἀσάηλος, ὃς ἐπὶ ποδῶν ὠκύτητι κλέος εἶχεν: οὐ γὰρ ἀνθρώπους ἐνίκα μόνον, ἀλλὰ καὶ ἵππῳ καταστάντα εἰς ἅμιλλαν λέγουσι παραδραμεῖν, καὶ τὸν Ἀβεννῆρον ἐδίωκεν ὑπὸ ῥύμης καὶ τῆς ἐπ᾽ ὀρθὸν φορᾶς εἰς οὐδέτερον ἐγκλιθεὶς τῶν μερῶν. [15] ἐπιστραφέντος δὲ τοῦ Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν δ᾽ ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον δὲ τοὺς λόγους, ἀλλ᾽ ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμ᾽ ἀπέκτεινεν. [16] οἱ δὲ μετ᾽ αὐτοῦ διώκοντες τὸν Ἀβεννῆρον ὡς ἦλθον ἐπὶ τὸν τόπον, οὗ κεῖσθαι συνέβαινε τὸν Ἀσάηλον, περιστάντες τὸν νεκρὸν οὐκέτι τοὺς πολεμίους ἐδίωκον: δὲ Ἰώαβος αὐτὸς καὶ ἀδελφὸς αὐτοῦ Ἀβεσσαῖος παραδραμόντες τὸ πτῶμα καὶ τῆς πλείονος ἐπὶ τὸν Ἀβεννῆρον σπουδῆς αἰτίαν τὴν ὑπὲρ τοῦ τετελευτηκότος ὀργὴν λαβόντες, ἀπίστῳ τάχει καὶ προθυμίᾳ χρώμενοι μέχρι τόπου τινός, Ὄμματον καλοῦσιν, ἐδίωξαν τὸν Ἀβεννῆρον ἤδη περὶ δυσμὰς ὄντος ἡλίου. [17] ἀναβὰς δ᾽ ἐπί τινα βουνόν, ὅς ἐστιν ἐν ἐκείνῳ τῷ τόπῳ μετὰ τῆς Βενιαμίτιδος φυλῆς, αὐτούς τε κατεσκέπτετο καὶ τὸν Ἀβεννῆρον. τούτου δὲ ἀνακεκραγότος καὶ φήσαντος, μὴ δεῖν ἄνδρας ὁμοφύλους εἰς ἔριδα καὶ μάχην παροξύνειν, ἁμαρτεῖν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀσάηλον, ὃς παραινοῦντος μὴ διώκειν οὐκ ἐπείσθη καὶ διὰ τοῦτο βληθεὶς ἀπέθανε, συμφρονήσας καὶ παράκλησιν ἡγησάμενος τούτους τοὺς λόγους Ἰώαβος ἀνακαλεῖ τῇ σάλπιγγι σημάνας τοὺς στρατιώτας καὶ τῆς ἐπὶ πολὺ διώξεως ἐπισχών. [18] καὶ οὗτος μὲν ἐπ᾽ ἐκείνου καταστρατοπεδεύεται τοῦ τόπου τὴν νύκτα ταύτην, Ἀβεννῆρος δὲ δι᾽ ὅλης αὐτῆς ὁδεύσας καὶ περαιωσάμενος τὸν Ἰόρδανον ποταμὸν ἀφικνεῖται πρὸς τὸν τοῦ Σαούλου παῖδα εἰς τὰς Παρεμβολὰς Ἰέβωσθον. τῇ δ᾽ ἐχομένῃ τοὺς νεκροὺς Ἰώαβος ἐξαριθμήσας ἅπαντας ἐκήδευσεν. [19] ἔπεσον δὲ τῶν μὲν Ἀβεννήρου στρατιωτῶν ὡς τριακόσιοι καὶ ἑξήκοντα, τῶν δὲ Δαυίδου δέκα πρὸς τοῖς ἐννέα καὶ Ἀσάηλος, οὗ τὸ σῶμα κομίσαντες ἐκεῖθεν Ἰώαβος καὶ Ἀβεσσαῖος εἰς Βηθλεέμην καὶ θάψαντες ἐν τῷ πατρῴῳ μνήματι πρὸς Δαυίδην εἰς Γιβρῶνα παρεγένοντο. [20] ἤρξατο μὲν οὖν ἐξ ἐκείνου τοῦ χρόνου τοῖς Ἑβραίοις ἐμφύλιος πόλεμος καὶ διέμεινεν ἄχρι πολλοῦ, τῶν μὲν μετὰ Δαυίδου κρειττόνων ἀεὶ γινομένων καὶ πλεῖον ἐν τοῖς κινδύνοις φερομένων, τοῦ δὲ Σαούλου παιδὸς καὶ τῶν ὑπηκόων αὐτοῦ κατὰ πᾶσαν σχεδὸν ἡμέραν ἐλαττουμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: