previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[254]

Ἐνστάσης δὲ τῆς πεντηκοστῆς, ἑορτὴ δὲ ἡμῶν ἐστιν πάτριος τοῦτο κεκλημένη, οὔτι κατὰ τὴν θρησκείαν μόνον παρῆσαν, ἀλλ᾽ ὀργῇ φέροντες τὴν παροινίαν τῆς Σαβίνου ὕβρεως μυριάδες συνηθροίσθησαν ἀνθρώπων καὶ πάνυ πολλαὶ Γαλιλαίων τε καὶ Ἰδουμαίων, Ἱεριχουντίων τε ἦν πληθὺς καὶ ὁπόσοι περάσαντι Ἰορδάνην ποταμὸν οἰκοῦσιν, αὐτῶν τε Ἰουδαίων πλῆθος πρὸς πάντας συνειλέχατο καὶ πολὺ προθυμότεροι τῶν ἄλλων ἐπὶ τιμωρίᾳ τῇ Σαβίνου ὡρμήκεσαν. [255] καὶ τρία μέρη νεμηθέντες ἐπὶ τοσῶνδε στρατοπεδεύονται χωρίων, οἱ μὲν τὸν ἱππόδρομον ἀπολαβόντες, καὶ τῶν δὲ λοιπῶν δύο μερῶν οἱ μὲν τῷ βορείῳ τοῦ ἱεροῦ πρὸς μεσημβρίαν τετραμμένοι, οἱ δὲ ἑῴαν μοῖραν εἶχον, μοῖρα δὲ αὐτῶν τρίτη τὰ πρὸς δυόμενον ἥλιον, ἔνθα καὶ τὸ βασίλειον ἦν. ἐπράσσετο δὲ τὰ πάντα αὐτοῖς ἐπὶ πολιορκίᾳ τῶν Ῥωμαίων ἁπανταχόθεν αὐτοῖς ἀποκεκλεισμένων. [256] καὶ Σαβῖνος, ἔδεισε γὰρ τό τε πλῆθος αὐτῶν καὶ τὰ φρονήματα ἀνδρῶν ἐν ὀλίγῳ τὸ θανεῖν ποιουμένων ὑπὸ τοῦ ἡττᾶσθαι μὴ ἐθέλειν ἐφ᾽ οἷς ἀρετὴν κρίνειαν τὸ νικᾶν, παραχρῆμά τε ὡς τὸν Οὔαρον ἔπεμπε γράμματα καὶ τὸ σύνηθες οὐκ ἀνίει κελεύων ἐκ τοῦ ὀξέος βοηθεῖν, ὡς κινδύνου μεγίστου τὸ ἐγκαταλειφθὲν στράτευμα περιεσχηκότος διὰ τὸ μὴ ἐς μακρὰν ἐλπίζειν κατακοπήσεσθαι ληφθέντας αὐτούς. [257] αὐτὸς δὲ τοῦ φρουρίου τὸν ὑψηλότατον τῶν πύργων καταλαβόμενος Φασάηλον ἐπὶ τιμῇ τοῦ Ἡρώδου ἀδελφοῦ Φασαήλου ᾠκοδομημένον τε καὶ οὕτως εἰρημένον τελευτῆς ὑπὸ Παρθυαίων αὐτῷ γενομένης, κατέσειε τοῖς Ῥωμαίοις ἐπεξιέναι τοῖς Ἰουδαίοις, αὐτὸς μὲν οὐδ᾽ εἰς τοὺς φίλους τολμῶν κατιέναι, τοὺς δ᾽ ἄλλους προαποθνήσκειν αὐτοῦ τῆς πλεονεξίας δικαιῶν. [258] τολμησάντων δ᾽ εἰς τὴν ἔξοδον τῶν Ῥωμαίων μάχη συνῄει καρτερά, καὶ οἱ Ῥωμαῖοι πολλῶν μὲν ἔργων ἐκράτουν, οὐ μὴν τὰ φρονήματά γε τοῖς Ἰουδαίοις ἔκαμνε τῇ ὄψει τοῦ δεινοῦ πολλῶν αὐτοῖς πεπτωκότων, [259] περιοδεύσαντες δ᾽ ἀνίασιν ἐπὶ τὰς στοάς, αἵπερ ἦσαν τοῦ ἱεροῦ τὸν ἔξω περίβολον περιέχουσαι, καὶ πολλοῖς ἀμάχου γενομένης λίθους τε ἠφίεσαν τοὺς μὲν ἐκ χειρὸς ὑπάραντες, οὓς δὲ σφενδονῶν, ἀθληταὶ τρόπου τοιαύτης μάχης ὄντες. [260] καὶ οἱ τοξόται πάντες παρατεταγμένοι μεγάλα ἔβλαπτον τοὺς Ῥωμαίους διὰ τὸ ὑπερδέξιοί τε εἶναι καὶ ἐπιχειρεῖσθαι μὲν ἄποροι διὰ τὸ ἀνέφικτον τοῖς εἰσακοντίζειν πειρωμένοις εἶναι, ῥᾴους δὲ κρατεῖσθαι τοὺς πολεμίους ἔχοντες. καὶ πολὺν μὲν χρόνον μάχη συνέστη τοιάδε οὖσα. [261] ἔπειτα Ῥωμαῖοι δεινῶς φέροντες τοῖς δρωμένοις πῦρ ἐνιᾶσιν ταῖς στοαῖς λαθόντες Ἰουδαίων τοὺς ἀναβεβηκότας ἐπ᾽ αὐταῖς. καὶ τὸ πῦρ ὑπό τε πολλῶν προστεθειμένον καὶ μετὰ τῶν ἐγείρειν φλόγα δυναμένων ἥπτετο τοῦ ὀρόφου τάχος. [262] δὲ ξύλωσιν παρέχων πίσσης τε καὶ κηροῦ πλέον ἔτι δὲ χρυσὸν ἐπαληλιμμένον εὐθέως ήκειν, ἔργα τε μεγάλα ἐκεῖνα καὶ ἀξιολογώτατα ἠφανίζετο. καὶ τοὺς ὑπὲρ τῶν στοῶν ὄλεθρος οὗτος ἀπροσδόκητος κατέλαβεν: οἱ μὲν γὰρ τοῦ ὀρόφου καταρραγέντος συγκατεφέροντο αὐτῷ, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι: [263] πολλοὶ δὲ ἀπορίᾳ σωτηρίας τε καὶ ἐκπλήξει κακοῦ τοῦ περιεστηκότος, οἱ μὲν εἰς τὸ πῦρ ἵεσαν αὑτούς, οἱ δὲ καὶ τοῖς ξίφεσι χρώμενοι διάδρασιν αὐτοῦ ἐποιοῦντο, ὁπόσοι δὲ εἰς τὸ κατόπιν χωρήσαντες ὁδῷ ἀναβεβήκεσαν ἐσώζοντο, οἱ Ῥωμαῖοι πάντας ἔκτεινον γυμνούς τε ὄντας καὶ τὰ φρονήματα ἐκλελυμένους, οὐδὲν τῆς ἀπονοίας διὰ τὸ ἄνοπλον βοηθεῖν δυναμένης. [264] ἐσώθη τε τῶν ἀνελθόντων ἐπὶ τὸ τέγος οὐδ᾽ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι διὰ τοῦ πυρὸς παρείκοι ὠσθέντες ἐκράτουν τοῦ θησαυροῦ, καθ᾽ ὃν ἱερὰ ἦν χρήματα. καὶ διεκλάπη μὲν πολλὰ ὑπὸ τῶν στρατιωτῶν, Σαβῖνος δὲ περιεποίησεν εἰς τὸ φανερὸν τετρακόσια τάλαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: