previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[301]

Κάσσιον μὲν οὖν χειροῦνται Ἀντώνιός τε καὶ Καῖσαρ περὶ Φιλίππους, ὡς καὶ παρ᾽ ἄλλοις δεδήλωται. μετὰ δὲ τὴν νίκην Καῖσαρ μὲν ἐπ᾽ Ἰταλίας ἐχώρει, Ἀντώνιος δὲ εἰς τὴν Ἀσίαν ἀπῆρεν: γενομένῳ δὲ ἐν τῇ Βιθυνίᾳ αἱ πανταχόθεν ἀπήντων πρεσβεῖαι. [302] παρῆσαν δὲ καὶ Ἰουδαίων οἱ ἐν τέλει κατηγοροῦντες τῶν περὶ Φασάηλον καὶ Ἡρώδην, πρόσχημα μὲν εἶναι λέγοντες τῆς βασιλείας Ὑρκανόν, τούτους δὲ τὴν πᾶσαν ἔχειν ἐξουσίαν. [303] Ἡρώδην δὲ Ἀντώνιος διὰ πολλῆς εἶχε τιμῆς ἐλθόντα πρὸς αὐτὸν ἐπὶ ἀπολογίᾳ τῶν κατηγορούντων, καὶ διὰ τοῦτο συνέβη μηδὲ λόγου τυχεῖν τοὺς ἀντιστασιώτας: διεπέπρακτο δὲ τοῦτο χρήμασιν Ἡρώδης παρ᾽ Ἀντωνίου. [304] ἐπεὶ δ᾽ εἰς Ἔφεσον ἧκεν Ἀντώνιος, ἔπεμψεν Ὑρκανὸς ἀρχιερεὺς καὶ τὸ ἔθνος τὸ ἡμέτερον πρεσβείαν πρὸς αὐτὸν στέφανόν τε κομίζουσαν χρυσοῦν καὶ παρακαλοῦσαν τοὺς αἰχμαλωτισθέντας ὑπὸ Κασσίου Ἰουδαίους οὐ νόμῳ πολέμου γράψαντα τοῖς κατὰ τὰς ἐπαρχίας ἐλευθέρους ἀπολῦσαι καὶ τὴν χώραν, ἣν ἐν τοῖς Κασσίου καιροῖς ἀφῃρέθησαν, ἀποδοῦναι. [305] ταῦτα κρίνας Ἀντώνιος ἀξιοῦν δίκαια τοὺς Ἰουδαίους παραχρῆμα ἔγραψεν Ὑρκανῷ καὶ τοῖς Ἰουδαίοις, ἐπέστειλεν δὲ καὶ τοῖς Τυρίοις καὶ διάταγμα ἔπεμπε περιέχον ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: