previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[282]

Καὶ Δαυίδης μὲν οὕτως ἐκ παραλόγου τὸν κίνδυνον διαφυγὼν εἰς τὰ στενὰ τῆς Ἐνγεδηνῆς ἀφικνεῖται: Σαούλῳ δὲ ἐκβαλόντι τοὺς Παλαιστίνους ἧκον ἀπαγγέλλοντές τινες τὸν Δαυίδην ἐν τοῖς Ἐγγεδηνῆς διατρίβειν ὅροις. [283] λαβὼν δὲ τρισχιλίους ἐπιλέκτους ὁπλίτας ἐπ᾽ αὐτὸν ἠπείγετο, καὶ γενόμενος οὐ πόρρω τῶν τόπων ὁρᾷ παρὰ τὴν ὁδὸν σπήλαιον βαθὺ καὶ κοῖλον εἰς πολὺ καὶ μῆκος ἀνεῳγὸς καὶ πλάτος, ἔνθα συνέβαινε τὸν Δαυίδην μετὰ τῶν τετρακοσίων κεκρύφθαι: ἐπειγόμενος οὖν ὑπὸ τῶν κατὰ φύσιν εἴσεισιν εἰς αὐτὸ μόνος θεαθεὶς ὑπό τινος τῶν μετὰ Δαυίδου: [284] καὶ φράσαντος τοῦ θεασαμένου πρὸς τὸν ἐχθρὸν αὐτοῦ παρὰ τοῦ θεοῦ καιρὸν ἔχειν ἀμύνης καὶ συμβουλεύοντος τοῦ Σαούλου ἀποτεμεῖν τὴν κεφαλὴν καὶ τῆς πολλῆς ἄλης αὑτὸν ἀπαλλάξαι καὶ ταλαιπωρίας, ἀναστὰς ἀναίρει μὲν τὴν κροκύδα τοῦ ἱματίου μόνον οὗ Σαοῦλος ἀμπείχετο, μετανοήσας δ᾽ εὐθύςοὐ δίκαιον, εἶπε, φονεύειν τὸν αὑτοῦ δεσπότην, οὐδὲ τὸν ὑπὸ τοῦ θεοῦ βασιλείας ἀξιωθέντα: καὶ γὰρ εἰ πονηρὸς οὗτος εἰς ἡμᾶς, ἀλλ᾽ οὐκ ἐμὲ δεῖ τοιοῦτον εἶναι πρὸς αὐτόν.’ [285] τοῦ δὲ Σαούλου τὸ σπήλαιον ἐκλιπόντος προελθὼν Δαυίδης ἔκραγεν ἀκοῦσαι τὸν Σαοῦλον ἀξιῶν. ἐπιστραφέντος δὲ τοῦ βασιλέως προσκυνεῖ τε αὐτὸν πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔθος, καί φησιν: ‘οὐ πονηροῖς, βασιλεῦ, καὶ ψευδεῖς πλάττουσι διαβολὰς παρέχοντα δεῖ τὰς ἀκοὰς χαρίζεσθαι μὲν ἐκείνοις τὸ πιστεύειν αὐτοῖς, εἰς δὲ τοὺς φιλτάτους ὑπονοίας ἔχειν, ἀλλὰ τοῖς ἔργοις σκοπεῖν τὴν ἁπάντων διάθεσιν. [286] διαβολὴ μὲν γὰρ ἀπατᾷ, σαφὴς δ᾽ ἀπόδειξις εὐνοίας τὰ πραττόμενα: καὶ λόγος μὲν ἐπ᾽ ἀμφότερα πέφυκεν ἀληθής τε καὶ ψευδής, τὰ δὲ ἔργα γυμνὴν ὑπ᾽ ὄψει τὴν διάνοιαν τίθησιν. [287] ἴσθι τοίνυν ἐκ τούτων καλῶς ἔχειν με πρὸς σὲ καὶ τὸν σὸν οἶκον ἐμοὶ πιστεῦσαι δεῖ, καὶ μὴ τοῖς κατηγοροῦσιν μήτε εἰς νοῦν ἐβαλόμην μήτε δύναται γενέσθαι προσθέμενον μεταδιώκειν τὴν ἐμὴν ψυχὴν καὶ μηδὲν μήθ᾽ ἡμέρας μήτε νυκτὸς ἔχειν διὰ φροντίδος τὴν ἐμὴν ἀναίρεσιν, ἣν ἀδίκως μεταπορεύῃ: [288] πῶς γὰρ οὐχὶ ψευδῆ περὶ ἐμοῦ δόξαν εἴληφας ὡς ἀποκτεῖναί σε θέλοντος; πῶς οὐκ ἀσεβεῖς εἰς τὸν θεὸν ἄνθρωπον τήμερον αὑτῷ τιμωρῆσαι δυνάμενον καὶ παρὰ σοῦ λαβεῖν δίκην καὶ μὴ θελήσαντα μηδὲ τῷ καιρῷ χρησάμενον, ὃν εἰ σοὶ κατ᾽ ἐμοῦ περιέπεσεν οὐκ ἂν αὐτὸς παρῆκας, διαχρήσασθαι ποθῶν καὶ νομίζων πολέμιον; [289] ὅτε γάρ σου τὴν πτέρυγα τοῦ ἱματίου ἀπέτεμον, τότε σου καὶ τὴν κεφαλὴν ἠδυνάμην.’ ἐπιδείξας δὲ τὸ ῥάκος ἰδεῖν πιστεύειν παρεῖχεν. ‘ἀλλ᾽ ἐγὼ μὲν ἀπεσχόμην δικαίας ἀμύνης, φησί, σὺ δὲ μῖσος ἄδικον οὐκ αἰδῇ κατ᾽ ἐμοῦ τρέφων. θεὸς ταῦτα δικάσειε καὶ τὸν ἑκατέρου τρόπον ἡμῶν ἐλέγξειε.’ [290] Σαοῦλος δὲ ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας θαυμάσας καὶ τὴν τοῦ νεανίσκου μετριότητα καὶ φύσιν ἐκπλαγεὶς ἀνῴμωξε: τὸ δ᾽ αὐτὸ κἀκείνου ποιήσαντος αὐτὸν εἶναι δίκαιον στένειν ἀπεκρίνατο: ‘σὺ μὲν γάρ, φησίν, ἀγαθῶν αἴτιος ἐμοὶ γέγονας, ἐγὼ δὲ σοὶ συμφορῶν. ἐπεδείξω δὲ σήμερον τὴν ἀρχαίων ἔχοντα σαυτὸν δικαιοσύνην, οἳ τοὺς ἐχθροὺς ἐν ἐρημίᾳ λαβόντες σώζειν παρήγγελλον. [291] πέπεισμαι δὴ νῦν, ὅτι σοὶ τὴν βασιλείαν θεὸς φυλάττει καὶ περιμένει σε τὸ πάντων τῶν Ἑβραίων κράτος. δὸς δέ μοι πίστεις ἐνόρκους μή μου τὸ γένος ἐξαφανίσαι μηδ᾽ ἐμοὶ μνησικακοῦντα τοὺς ἐμοὺς ἐγγόνους ἀπολέσαι, τηρῆσαι δέ μοι καὶ σῶσαι τὸν οἶκον.’ ὀμόσας δὲ καθὼς ἠξίωκε Δαυίδης Σαοῦλον μὲν εἰς τὴν ἰδίαν ἀπέλυσε βασιλείαν, αὐτὸς δὲ μετὰ τῶν σὺν αὐτῷ εἰς τὴν Μασθηρῶν ἀνέβη στενήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: